Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Τληπόλεμος γὰρ πάλαι μὲν ἦν δῆλος τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ἐφιέμενος ἢ καθʼ ἑαυτὸν πραγμάτων, νῦν δὲ καὶ τὴν ἡμέραν καὶ τὸν καιρὸν ὥρικεν, ἐν ᾗ μέλλει τὸ διάδημʼ ἀναλαμβάνειν.

"3 καὶ περὶ τούτων οὐχ αὑτῷ πιστεύειν ἐκέλευεν, ἀλλὰ τοῖς εἰδόσι τὴν ἀλήθειαν καὶ παροῦσι νῦν ἐξ αὐτῶν τῶν πραγμάτων.

καὶ τοῦτʼ εἰπὼν εἰσῆγε τὸν Κριτόλαον, ὃς ἔφη καὶ τοὺς βωμοὺς αὐτὸς ἑωρακέναι κατασκευαζομένους καὶ τὰ θύματα παρὰ τοῖς πλήθεσιν ἑτοιμαζόμενα πρὸς τὴν τοῦ διαδήματος ἀνάδειξιν.

ὧν οἱ Μακεδόνες ἀκούοντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλʼ ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες δὲ καὶ διαψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μηδʼ αὐτὸν εἰδέναι [μήτε] πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας ἀπελύθη.

παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς.

ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν ὁ καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περιιδεῖν σφᾶς ἀνέδην ὑφʼ οὕτως ἀναξίων ὑβριζομένους.

μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλλειν καθʼ αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν

τοὺς περὶ τὸν Τληπόλεμον. ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου·

τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατακάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανερὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν.