Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι φησὶν ὁ Πολύβιος περὶ ἑαυτοῦ καὶ περὶ τῆς τῶν βίβλων ὑποθετικῆς ἐξηγήσεως· ἴσως μὲν οὖν ἐπὶ πάσαις ταῖς ὀλυμπιάσιν αἱ προεκθέσεις τῶν πράξεων εἰς ἐπίστασιν ἄγουσι τοὺς ἐντυγχάνοντας καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν γεγονότων, ὡς ἂν ὑπὸ μίαν σύνοψιν ἀγομένων τῶν ἐξ ὅλης τῆς οἰκουμένης ἔργων·

οὐ μὴν ἀλλὰ τὰ κατὰ ταύτην τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶτον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς χρόνοις εἰληφέναι τὴν συντέλειαν· ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστορῆσαι βουληθείη ποία τις ἡ καταστροφὴ καὶ τί τὸ τέλος αὐτῶν ἐγένετο;

φύσει γὰρ πάντες ἄνθρωποι, κἂν ὁλοσχερῶς παραδέχωνται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος ἱμείρουσι μαθεῖν·

πρὸς δὲ τούτοις συμβαίνει καὶ τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγονέναι κατὰ τοὺς αὐτοὺς χρόνους· ἃ γὰρ πρότερον ἐλέγετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα παρὰ πᾶσι καὶ τοῖς μηδʼ ὅλως ἐθέλουσι πολυπραγμονεῖν.

διὸ καὶ βουλόμενοι κατʼ ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐκ τῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βύβλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν.

οἱ μὲν οὖν ὕπατοι περὶ ταύτας ἐγίνοντο τὰς πράξεις,

ὁ δὲ Πόπλιος ἐν τῇ Λιβύῃ κατὰ τὴν παραχειμασίαν πυνθανόμενος ἐξαρτύειν στόλον τοὺς Καρχηδονίους, ἐγίνετο μὲν καὶ περὶ ταύτην τὴν παρασκευήν, οὐχ ἧττον δὲ καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν.

οὐ μὴν οὐδὲ τῆς κατὰ τὸν Σόφακα τελέως ἐλπίδος ἀφίστατο, διεπέμπετο δὲ συνεχῶς διὰ τὸ μὴ πολὺ ἀφεστάναι τὰς δυνάμεις ἀλλήλων, πεπεισμένος μετακαλέσειν αὐτὸν ἀπὸ τῆς τῶν Καρχηδονίων συμμαχίας·

οὐ γὰρ ἀπεγίνωσκε καὶ τῆς παιδίσκης αὐτὸν ἤδη κόρον ἔχειν, διʼ ἣν εἵλετο τὰ Καρχηδονίων, καὶ καθόλου τῆς πρὸς τοὺς Φοίνικας φιλίας διά τε τὴν φυσικὴν τῶν Νομάδων ἁψικορίαν καὶ διὰ τὴν πρός τε τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους ἀθεσίαν.

ὢν δὲ περὶ πολλὰ τῇ διανοίᾳ καὶ ποικίλας ἔχων ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος διὰ τὸ κατορρωδεῖν τὸν ἔξω κίνδυνον τῷ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, ἐπελάβετό τινος ἀφορμῆς τοιαύτης.

τῶν γὰρ διαπεμπομένων πρὸς τὸν Σόφακά τινες ἀνήγγειλαν αὐτῷ διότι συμβαίνει τοὺς μὲν Καρχηδονίους ἐκ παντοδαπῶν ξύλων καὶ φυλλάδος ἄνευ γῆς ἐν τῇ παραχειμασίᾳ κατεσκευακέναι τὰς σκηνάς,