Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὑτοῦ προαιρέσεως, ὅσοις δʼ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατʼ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον οὐδενὶ γεγονέναι κακοῦ τῶν ἀνθρώπων.

ἑξῆς δὲ τούτοις παρὰ μὲν τῷ ποιητῇ τὸν Δία παρεισάγεσθαι δυσαρεστούμενον τῷ Ἄρει καὶ λέγοντα

ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν·

αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.

ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν

ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος

ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. ὁμογνωμονεῖν δὲ τῷ ποιητῇ καὶ τὸν Εὐριπίδην,

ἐν οἷς φησιν,

εἰρήνα βαθύπλουτε,

καλλίστα μακάρων θεῶν,

ζῆλός μοι σέθεν, ὡς χρονίζεις.

δέδοικα δὲ μὴ πρὶν ὑπερβάλῃ με γῆρας,

πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν

καὶ καλλιχόρους ἀοιδὰς

φιλοστεφάνους τε κώμους.