Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐδὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. —

μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλλεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων εἰς τὴν χρείαν.

γίνεσθαι δʼ ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱματισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρʼ αὐτοῖς ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας·

οὕτως γὰρ ἅμα τούς τε κατʼ ἰδίαν βίους ὠφελήσεσθαι καὶ τὰ κοινὰ πράγμαθʼ ὁμολογουμένως αὐτοὺς δυνήσεσθαι σῴζειν.