Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ πολλὰ μὲν αὑτὸν κατοιμώξας ὅτι παρὰ μικρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον. —

ὅτι Φίλιππος πορευθεὶς ἐπὶ τὴν Τριχωνίδα λίμνην καὶ παραγενόμενος εἰς τὸν Θέρμον, ἔνθʼ ἦν ἱερὸν Ἀπόλλωνος, ὅσα πρότερον ἀπέλιπε τῶν ἀναθημάτων, τότε πάλιν ἅπαντα διελωβήσατο, κακῶς μὲν πρὸ τοῦ, κακῶς δὲ τότε χρώμενος τῷ θυμῷ·

τὸ γὰρ τοῖς ἀνθρώποις ὀργιζόμενον εἰς τὸ θεῖον ἀσεβεῖν τῆς πάσης ἀλογιστίας ἐστὶ σημεῖον. —

Ἐλλόπιον, πόλις Αἰτωλίας.

Πολύβιος ια#.

Φύταιον, πόλις Αἰτωλίας.

Πολύβιος ἑνδεκάτῳ.

ὅτι τριῶν ὄντων τρόπων, καθʼ οὓς ἐφίενται πάντες στρατηγίας οἱ κατὰ λόγον αὐτῇ προσιόντες, πρώτου. μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς,

ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς,

πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς. —

τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας·

ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. ὅπλων δʼ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον.