Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονειδίστου δουλείας, τοῖς δʼ ὑπὲρ ἀειμνήστου καὶ λαμπρᾶς ἐλευθερίας συνέστηκεν ὁ παρὼν κίνδυνος.

ὁ δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων· ἐπεὶ δʼ ἐπλησίασε, λαβὼν σύμμετρον ἀπόστημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτείνας ἴσον ἐποίησε τὸ παρʼ αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν.

ὁ δὲ Φιλοποίμην θεασάμενος αὐτοῦ τὴν ἐπιβολήν, ὅτι τοῖς καταπέλταις ἐπενόει βαλὼν εἰς τὰς σπείρας τῶν φαλαγγιτῶν τραυματίζειν τοὺς ἄνδρας καὶ θόρυβον ἐμποιεῖν τοῖς ὅλοις,

οὐκέτι χρόνον ἔδωκεν οὐδʼ ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππικὴν εὐφυεῖς χρείαν.

ὁ δὲ Μαχανίδας ὁρῶν τὸ γινόμενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συναφεῖναι τοὺς παρʼ αὑτοῦ Ταραντίνους.

τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν ἡ σύμπτωσις· κατὰ βραχὺ δὲ προσγινομένων τοῖς πιεζομένοις τῶν εὐζώνων, ἐν πάνυ βραχεῖ χρόνῳ συνέβη τὸ παρʼ ἑκατέρων ξενικὸν ἀναμὶξ γενέσθαι,

πάντῃ δὲ τούτων συμπλοκῆς ἁθρόως καὶ κατʼ ἄνδρα γινομένης ἐπὶ πολὺν χρόνον πάρισος ἦν ὁ κίνδυνος οὕτως ὥστε τὰς λοιπὰς δυνάμεις, καραδοκούσας καθʼ ὁποτέρων ὁ κονιορτὸς τραπήσεται, μὴ δύνασθαι συμβαλεῖν διὰ τὸ μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας ἐν τῇ μάχῃ τὸν ἐξ ἀρχῆς τόπον.

χρόνου δὲ γινομένου κατίσχυον καὶ τῷ πλήθει καὶ ταῖς εὐχειρίαις διὰ τὴν ἕξιν οἱ παρὰ τοῦ τυράννου μισθοφόροι.

τοῦτο δʼ εἰκότως καὶ τὸ παράπαν εἴωθε γίνεσθαι.