Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰς δὲ τὴν ἐπαύριον συναθροίσας τὸ τῶν αἰχμαλώτων πλῆθος, ὧν ἦσαν πεζοὶ μὲν εἰς μυρίους, ἱππεῖς δὲ πλείους δισχιλίων, ἐγίνετο περὶ τὴν τούτων οἰκονομίαν.

τῶν δʼ Ἰβήρων ὅσοι κατὰ τοὺς προειρημένους τόπους Καρχηδονίοις τότε συνεμάχουν, ἧκον ἐγχειρίζοντες σφᾶς αὐτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, κατὰ δὲ τὰς ἐντεύξεις βασιλέα προσεφώνουν τὸν Πόπλιον.

πρῶτον μὲν οὖν ἐποίησε τοῦτο καὶ προσεκύνησε πρῶτος Ἐδεκών, μετὰ δὲ τοῦτον οἱ περὶ τὸν Ἀνδοβάλην. τότε μὲν οὖν ἀνεπιστάτως αὐτὸν παρέδραμε τὸ ῥηθέν·

μετὰ δὲ τὴν μάχην ἁπάντων βασιλέα προσφωνούντων, εἰς ἐπίστασιν ἤγαγε τὸν Πόπλιον τὸ γινόμενον.

διὸ καὶ συναθροίσας τοὺς Ἴβηρας βασιλικὸς μὲν ἔφη βούλεσθαι καὶ λέγεσθαι παρὰ πᾶσι καὶ ταῖς ἀληθείαις ὑπάρχειν, βασιλεύς γε μὴν οὔτʼ εἶναι θέλειν οὔτε λέγεσθαι παρʼ οὐδενί. ταῦτα δʼ εἰπὼν παρήγγειλε στρατηγὸν αὑτὸν προσφωνεῖν.

ἴσως μὲν οὖν καὶ τότε δικαίως ἄν τις ἐπεσημήνατο τὴν μεγαλοψυχίαν τἀνδρός, ᾗ κομιδῇ νέος ὢν καὶ τῆς τύχης αὐτῷ συνεκδραμούσης ἐπὶ τοσοῦτον ὥστε πάντας τοὺς ὑποταττομένους ἐξ αὑτῶν ἐπί τε ταύτην κατενεχθῆναι τὴν διάληψιν καὶ τὴν ὀνομασίαν, ὅμως ἐν ἑαυτῷ διέμεινε καὶ παρῃτεῖτο τὴν τοιαύτην ὁρμὴν καὶ φαντασίαν.

πολὺ δὲ μᾶλλον ἄν τις θαυμάσειε τὴν ὑπερβολὴν τῆς περὶ τὸν ἄνδρα μεγαλοψυχίας, βλέψας εἰς τοὺς ἐσχάτους τοῦ βίου καιρούς, ἡνίκα πρὸς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις κατεστρέψατο μὲν Καρχηδονίους, καὶ τὰ πλεῖστα καὶ κάλλιστα μέρη τῆς Λιβύης ἀπὸ τῶν Φιλαίνου βωμῶν ἕως Ἡρακλείων στηλῶν ὑπὸ τὴν τῆς πατρίδος ἐξουσίαν ἤγαγε, κατεστρέψατο δὲ τὴν Ἀσίαν καὶ τοὺς τῆς Συρίας βασιλεῖς, καὶ τὸ κάλλιστον καὶ μέγιστον μέρος τῆς οἰκουμένης ὑπήκοον ἐποίησε Ῥωμαίοις, ἔλαβε δὲ καιροὺς εἰς τὸ περιποιήσασθαι δυναστείαν βασιλικὴν ἐν οἷς ἐπιβάλοιτο καὶ βουληθείη τόποις τῆς οἰκουμένης.

ταῦτα γὰρ οὐ μόνον ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θειοτέραν, εἰ θέμις εἰπεῖν, ὑπερφρονεῖν ἂν ἐποίησεν.

Πόπλιος δὲ τοσοῦτον ὑπερέθετο μεγαλοψυχίᾳ τοὺς ἄλλους ἀνθρώπους ὡς οὗ μεῖζον ἀγαθὸν εὔξασθαί τις τοῖς θεοῖς οὐ τολμήσειε, λέγω δὲ βασιλείας, τοῦτʼ ἐκεῖνος πολλάκις ὑπὸ τῆς τύχης αὐτῷ δεδομένον ἀπηξίωσε, καὶ περὶ πλείονος ἐποιήσατο τὴν πατρίδα καὶ τὴν ταύτης πίστιν τῆς περιβλέπτου καὶ μακαριστῆς βασιλείας.

πλὴν τότε γε διαλέξας ἐκ τῶν αἰχμαλώτων τοὺς Ἴβηρας, τούτους μὲν ἀπέλυσε χωρὶς λύτρων πάντας εἰς τὰς ἑαυτῶν πατρίδας, τῶν δʼ ἵππων τριακοσίους κελεύσας ἐκλέξαι τοῖς περὶ τὸν Ἀνδοβάλην τοὺς λοιποὺς διέδωκε τοῖς ἀνίπποις.

καὶ τὸ λοιπὸν ἤδη μεταλαβὼν τὴν τῶν Καρχηδονίων στρατοπεδείαν διὰ τὴν τῶν τόπων εὐφυΐαν, αὐτὸς μὲν ἔμενε καραδοκῶν τοὺς καταλειπομένους τῶν Καρχηδονίων στρατηγούς, ἐπὶ δὲ τὰς ὑπερβολὰς τῶν Πυρηναίων ὀρέων ἐξαπέστειλε τοὺς τηρήσοντας τὸν Ἀσδρούβαν.

μετὰ δὲ ταῦτα, τῆς ὥρας ἤδη συναπτούσης, ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς Ταρράκωνʼ, ἐν τούτοις τοῖς τόποις ποιεῖσθαι τὴν παραχειμασίαν.