Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀσδρούβας μὲν οὖν ἐν τοιαύταις περιστάσεσι πολλὰς καὶ ποικίλας ἐποιεῖτο περὶ τῶν ἐπιφερομένων πραγμάτων ἐννοίας.

ἐλύπει μὲν γὰρ αὐτὸν ἡ περὶ τὸν Ἀνδοβάλην ἀπόστασις, ἐλύπει δὲ καὶ τὰ κατὰ τὴν ἀντιπαραγωγὴν καὶ τὴν ἀλλοτριότητα τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τοὺς ἄλλους στρατηγούς· ἠγωνία δὲ καὶ τὴν Ποπλίου παρουσίαν.

καὶ τὸ λοιπὸν ἤδη προσδοκῶν αὐτὸν ἥξειν μετὰ τῶν δυνάμεων, θεωρῶν δʼ αὑτὸν μὲν ἐγκαταλειπόμενον ὑπὸ τῶν Ἰβήρων, τοῖς δὲ Ῥωμαίοις πάντας ὁμοθυμαδὸν προσχωροῦντας, ἐπί τινας λογισμοὺς κατήντησε τοιούτους.

προέθετο γὰρ διότι δεῖ παρεσκευασμένον τὰ δυνατὰ συμβαλεῖν πρὸς μάχην τοῖς ὑπεναντίοις, κἂν μὲν ἡ τύχη δῷ τὸ νικᾶν, βουλεύσασθαι μετὰ ταῦτα περὶ τῶν ἑξῆς ἀσφαλῶς·

ἂν δʼ ἀντιπίπτῃ τὰ κατὰ τὴν μάχην, ποιεῖσθαι τὴν ἀποχώρησιν μετὰ τῶν διασῳζομένων ἐξ αὐτῆς εἰς Γαλατίαν, κἀκεῖθεν παραλαβόντα τῶν βαρβάρων ὡς πλείστους βοηθεῖν εἰς τὴν Ἰταλίαν καὶ κοινωνεῖν Ἀννίβᾳ τἀδελφῷ τῶν αὐτῶν ἐλπίδων.

Ἀσδρούβας μὲν δὴ ταῦτα διανοηθεὶς πρὸς τούτοις ἦν· Πόπλιος δὲ προσδεξάμενος Γάιον τὸν Λαίλιον καὶ διακούσας τῶν παραγγελλομένων ὑπὸ τῆς συγκλήτου, προῇγε τὰς δυνάμεις ἀναλαβὼν ἐκ τῆς παραχειμασίας, ἀπαντώντων αὐτῷ κατὰ τὴν δίοδον τῶν Ἰβήρων, ἑτοίμως καὶ προθύμως συνεξορμώντων.

οἱ δὲ περὶ τὸν Ἀνδοβάλην πάλαι μὲν διεπέμποντο πρὸς τὸν Πόπλιον, τότε δὲ πλησιάσαντος αὐτοῦ τοῖς τόποις ἧκον ὡς αὐτὸν ἐκ τῆς παρεμβολῆς ἅμα τοῖς φίλοις, καὶ συμμίξαντες ἀπελογίσαντο περὶ τῆς προγεγενημένης σφίσι φιλίας πρὸς Καρχηδονίους, ὁμοίως δὲ καὶ τὰς χρείας καὶ τὴν ὅλην πίστιν ἐνεφάνιζον, ἣν ἐτύγχανον ἐκείνοις παρεσχημένοι.

μετὰ δὲ ταῦτα τὰς ἀδικίας ἐξηγοῦντο καὶ τὰς ὕβρεις τὰς ἐξ ἐκείνων ἀπηντημένας.

διόπερ ἠξίουν τὸν Πόπλιον αὐτὸν κριτὴν γίνεσθαι τῶν λεγομένων, κἂν μὲν φανῶσιν ἀδίκως ἐγκαλοῦντες Καρχηδονίοις, σαφῶς γινώσκειν αὐτὸν ὡς οὐδὲ τὴν πρὸς Ῥωμαίους δύνανται τηρεῖν πίστιν·

ἐὰν δὲ πολλὰς ἀδικίας ἀναλογιζόμενοι κατʼ ἀνάγκην ἀφιστῶνται τῆς εὐνοίας τῆς ἐκείνων, καλὰς ἐλπίδας ἔχειν διότι νῦν ἑλόμενοι τὰ Ῥωμαίων βεβαίως τηρήσουσι τὴν πρὸς αὐτοὺς εὔνοιαν.