Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Φίλιππος ὁ βασιλεὺς Μακεδόνων μετὰ τὸ ἐκτελέσαι τὸν τῶν Νεμέων ἀγῶνα αὖθις εἰς Ἄργος ἐπανῆλθε καὶ τὸ μὲν διάδημα καὶ τὴν πορφύραν ἀπέθετο, βουλόμενος αὑτὸν ἴσον τοῖς πολλοῖς καὶ πρᾷόν τινα καὶ δημοτικὸν ὑπογράφειν.

ὅσῳ δὲ τὴν ἐσθῆτα δημοτικωτέραν περιετίθετο, τοσούτῳ τὴν ἐξουσίαν ἐλάμβανε μείζω καὶ μοναρχικωτέραν.

οὐ γὰρ ἔτι τὰς χήρας ἐπείρα γυναῖκας οὐδὲ τὰς ὑπάνδρους ἠρκεῖτο μοιχεύων, ἀλλʼ ἐκ προστάγματος ἣν αὐτῷ φανείη, προσπέμψας ἐκάλει, ταῖς δὲ μὴ προχείρως συνυπακουούσαις ἐνύβριζε, κώμους ποιούμενος ἐπὶ τὰς οἰκίας.

καὶ τῶν μὲν τοὺς υἱεῖς, τῶν δὲ τοὺς ἄνδρας ἀνακαλούμενος ἐπὶ προφάσεσιν ἀλόγοις διέσειε, καὶ πολλὴν ἀσέλγειαν ἐναπεδείκνυτο καὶ παρανομίαν.

διὸ καὶ χρώμενος τῇ κατὰ τὴν παρεπιδημίαν ἐξουσίᾳ ἀνέδην πολλοὺς ἐλύπει τῶν Ἀχαιῶν, καὶ μάλιστα τοὺς μετρίους ἄνδρας.

πιεζόμενοι δὲ διὰ τὸ πανταχόθεν αὐτοῖς περιεστάναι τὸν πόλεμον ἠναγκάζοντο καρτερεῖν καὶ φέρειν τὰ παρὰ φύσιν.

ὅτι [Φιλίππου] οὐκ ἂν ἀγαθὰ μείζω τις σχοίη πρὸς βασιλείαν οὐδεὶς τῶν πρότερον οὐδὲ κακὰ τούτου τοῦ βασιλέως.

καί μοι δοκεῖ τὰ μὲν ἀγαθὰ φύσει περὶ αὐτὸν ὑπάρξαι, τὰ δὲ κακὰ προβαίνοντι κατὰ τὴν ἡλικίαν ἐπιγενέσθαι, καθάπερ ἐνίοις ἐπιγίνεται γηράσκουσι τῶν ἵππων.

καίπερ ἡμεῖς οὐκ ἐν τοῖς προοιμίοις, ὥσπερ τῶν λοιπῶν συγγραφέων, προφερόμεθα τὰς τοιαύτας διαλήψεις, ἀλλʼ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἀεὶ τὸν καθήκοντα λόγον ἁρμόζοντες ἀποφαινόμεθα περί τε τῶν βασιλέων καὶ τῶν ἐπιφανῶν ἀνδρῶν,

νομίζοντες ταύτην οἰκειοτέραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν.