Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ μὲν γὰρ ἠγνοήκασιν, οἱ δʼ ἀσαφῆ καὶ τελέως ἀνωφελῆ πεποίηνται τὴν ἐξήγησιν.

πλὴν ἔν γε τῷ προειρημένῳ πολέμῳ τὰς μὲν τῶν πολιτευμάτων ἀμφοτέρων προαιρέσεις ἐφαμίλλους εὕροι τις ἂν γεγενημένας οὐ μόνον ταῖς ἐπιβολαῖς ἀλλὰ καὶ ταῖς μεγαλοψυχίαις, μάλιστα δὲ τῇ περὶ τῶν πρωτείων φιλοτιμίᾳ,

τούς γε μὴν ἄνδρας οὐ μικρῷ πολλῷ δὲ γενναιοτέρους ἐν παντὶ Ῥωμαίους· ἡγεμόνα δὲ καὶ γνώμῃ καὶ τόλμῃ θετέον ἄριστον Ἀμίλκαν τῶν τότε γεγονέναι τὸν Βάρκαν ἐπικαλούμενον, πατέρα δὲ κατὰ φύσιν Ἀννίβου τοῦ μετὰ ταῦτα πολεμήσαντος Ῥωμαίοις.

μετὰ δὲ τὰς διαλύσεις ταύτας ἴδιόν τι καὶ παραπλήσιον ἀμφοτέροις συνέβη παθεῖν.

ἐξεδέξατο γὰρ πόλεμος ἐμφύλιος Ῥωμαίους μὲν ὁ πρὸς τοὺς Φαλίσκους καλουμένους, ὃν ταχέως καὶ συμφερόντως ἐπετέλεσαν, ἐν ὀλίγαις ἡμέραις ἐγκρατεῖς γενόμενοι τῆς πόλεως αὐτῶν,

Καρχηδονίους δὲ κατὰ τὸν αὐτὸν καιρὸν οὐ μικρὸς οὐδʼ εὐκαταφρόνητος ὁ πρὸς τοὺς ξένους καὶ τοὺς Νομάδας καὶ τοὺς ἅμα τούτοις ἀποστάντας Λίβυας,

ἐν ᾧ πολλοὺς καὶ μεγάλους ὑπομείναντες φόβους τέλος οὐ μόνον ὑπὲρ τῆς χώρας ἐκινδύνευσαν, ἀλλὰ καὶ περὶ σφῶν αὐτῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους.

ἐπὶ δὲ τὸν πόλεμον τοῦτον ἐπιστῆσαι μὲν ἄξιον διὰ πλείους αἰτίας, ἐπὶ κεφαλαίου δὲ καὶ διὰ βραχέων αὐτοῦ ποιήσασθαι τὴν ἐξήγησιν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.

τόν τε γὰρ παρὰ τοῖς πολλοῖς λεγόμενον ἄσπονδον πόλεμον, τίνα φύσιν ἔχει καὶ διάθεσιν, μάλιστʼ ἄν τις ἐκ τῶν τότε γεγονότων ἐπιγνοίη,

τούς τε χρωμένους μισθοφορικαῖς δυνάμεσι τίνα δεῖ προορᾶσθαι καὶ φυλάττεσθαι μακρόθεν, ἐναργέστατʼ ἂν ἐκ τῆς τότε περιστάσεως συνθεωρήσειεν, πρὸς δὲ τούτοις τί διαφέρει καὶ κατὰ πόσον ἤθη σύμμικτα καὶ βάρβαρα τῶν ἐν παιδείαις καὶ νόμοις καὶ πολιτικοῖς ἔθεσιν ἐκτεθραμμένων·

τὸ δὲ μέγιστον, τὰς αἰτίας ἐκ τῶν ἐν ἐκείνοις τοῖς καιροῖς πεπραγμένων κατανοήσειεν, διʼ ἃς ὁ κατʼ Ἀννίβαν συνέστη Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος.

ὑπὲρ οὗ διὰ τὸ μὴ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς πεπολεμηκόσιν ἔτι νῦν ἀμφισβητεῖσθαι τὰς αἰτίας, χρήσιμόν ἐστι τὴν ἀληθινωτάτην παραστῆσαι διάληψιν τοῖς φιλομαθοῦσιν.