Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προαπεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰθισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπʼ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους δʼ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς.

οὗ ποιησάμενοι τὴν ἀπόβασιν καὶ τούς τε καταπέλτας καὶ τοὺς πετροβόλους τοὺς ἐκ τῆς πόλεως ἐπιστήσαντες προσεδόκων τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

οἱ δὲ Καρχηδόνιοι συνεγγίσαντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκεῖν τούτους, ὑπολαβόντες τοὺς μὲν ἄνδρας καταπλαγέντας εἰς τὸ πολισμάτιον ἀποχωρήσειν, τῶν δὲ πλοίων ἀσφαλῶς κυριεύσειν·

οὐ προχωρούσης δὲ τῆς ἐλπίδος, ἀλλὰ τοὐναντίον ἀμυνομένων γενναίως, καὶ τοῦ τόπου πολλὰς ἔχοντος καὶ παντοδαπὰς δυσχρηστίας, ὀλίγα τῶν τὰς ἀγορὰς ἐχόντων πλοίων ἀποσπάσαντες ἀπέπλευσαν πρός τινα ποταμόν, ἐν ᾧ καθορμισθέντες ἐπετήρουν τὸν ἀνάπλουν αὐτῶν.

ὁ δʼ ἐν ταῖς Συρακούσαις ὑπολειφθεὶς στρατηγός, ἐπεὶ τὰ κατὰ τὴν πρόθεσιν ἐπετέλεσεν, κάμψας τὸν Πάχυνον ἐποιεῖτο τὸν πλοῦν ὡς ἐπὶ τὸ Λιλύβαιον, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς προπλέοντας συμβεβηκότων.

ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, σημηνάντων τῶν σκοπῶν αὐτῷ πάλιν τὴν ἐπιφάνειαν τῶν ὑπεναντίων, ἀναχθεὶς ἔπλει μετὰ σπουδῆς, βουλόμενος αὐτοῖς ὡς πλεῖστον ἀπέχουσι τῶν οἰκείων νεῶν συμβαλεῖν.

ὁ δʼ Ἰούνιος κατιδὼν ἐκ πολλοῦ τὸν στόλον τὸν τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν σκαφῶν, οὔτε συμβαλεῖν τολμῶν οὔτʼ ἐκφυγεῖν ἔτι δυνατὸς ὢν διὰ τὸ σύνεγγυς εἶναι τοὺς πολεμίους, ἐγκλίνας εἰς τόπους τραχεῖς καὶ κατὰ πάντα τρόπον ἐπισφαλεῖς καθωρμίσθη,