Aetia

Callimachus

Callimachus. Callimachus and Lycophron. Mair, A. W., Mair, G. R., editors. London: William Heinemann, 1921.

Fr. 1, col. i. ἠὼς οὐδὲ πιθοιγὶς ἐλάνθανεν οὐδ’ ὅτε δούλοις ἦμαρ Ὀρέστειοι λευκὸν ἄγουσι χόες· Ἰκαρίου καὶ παιδὸς ἄγων ἐπέτειον ἁγιστύν, Ἀτθίσιν οἰκτίστη, σὸν φάος, Ἠριγόνη ἐς δαίτην ἐκάλεσσεν ὁμηθέας, ἐν δέ νυ τοῖσι ξεῖνον ὅς Ἀ[ἰ]γύπτῳ καινὸς ἀνεστρέφετο μεμβλωκὼς ἴδιόν τι κατὰ χρέος· ἦν δὲ γενέθλην Ἴκιος, ᾧ, ξυνὴν εἶχον ἐγὼ κλισίην οὐκ ἐπιτάξ, ἀλλ’ αἶνος Ὀμηρικός, αἰὲν ὅμοιον ὡς θεός, οὐ ψευδής, ἐς τον ὅμοιον ἄγει. καὶ γὰρ ὁ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν

οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ. τῷ μὲν ἐγὼ τάδ’ ἔλεξα περιστείχοντος ἀλείσου τὸ τρίτον, εὖτ’ ἐδάην οὔνομα καὶ γενεήν· Ἦ μάλ’ ἔπος τόδ’ ἀληθὲς ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν ἀλλ’ ἔτι καὶ λέσχης οἶνος ἔχειν ἐθέλει· τὴν ἡμεῖς, οὐκ ἐν γ γ[ὰ]ρ ἀρυστήρεσσι φορεῖται οὐδέ μιν εἰς ἀ[τενεῖς] ὀφρύας οἰνοχόων αἰτήσεις ὁρόω [ν] ὅτ’ ἐλεύθερος ἀτμένα σαίνει, βάλλωμεν χαλεπῷ φάρμακον ἐν πόματι, Θεύγενες, ὅσσ[α] δ’ ἐμεῖο σ[έ]θεν πάρα θυμὸς ἀκοῦσαι ἰχαίνει, τάδε μοι λ[έ]ξον [ἀνειρομέν]ῳ· Μυρμιδόνων ἐσσῆνα τ[ί πάτριον ὔ]μμι σέβεσθαι Πηλέα, κῶς Ἴκῳ ξυν[ὰ τὰ Θεσσαλι]κά, τεῦ δ’ ἕνεκεν γήτειον ἰδ [..] υτ [... ἄ]ρτον ἔχουσα
col. ii. ἥρωος κα[θ]όδου πα[ῖς εἰδότες ὡς ἐνέπου[σι κείνην ἢ περὶ σὴν [ οὔθ’ ἑτέρην ἔγνωκα· τ[ οὔατα μυθεῖσθαι βο[ τ[αῦτ’] ἐμέθεν λέξαντο[ς τ[ρισ]μάκαρ, ἦ παύρων ὄ[λβιός ἐσσι μέτα, [ναυτι]λίης εἰ νῆιν ἔ[χεις βίον· ἀλλ’ ἐμὸς αἰὼν [κύμασιν αἰ]θυίης μᾶ[λλον ἐσῳκίσατο

Papyrus Rylands 13; cf. Wilam. Hermes, xlvi. (1911), 471-3. Frag. 127 possibly belongs to the same context.

ἀρνεῖος M ἀρνῆ‹ι›δας καὶ θάνε τοῦ μὲν ἀ καὶ τὸν ἐπ [ὶ ῥάβδῳ μῦθον ὑφαινόμενον ἀνέρες ε πλαγκτὺν ἠνεκὲς ἀε [ίδω δειδεγμένος] οὐδὲ μεὺ α νύμφης αι παιδοφόνω ἧκεν ἐπ’ Ἀρ[γείους] ἥ σφεων μητέρας [ἐξεκένωσεν ἐκούφισθεν δὲ τιθῆναι. οὐχ οὕτω Ἄργος ανα.

γηράσκει δὲ γέρων κεῖνος ἐλαφρότερον, κοῦροι τὸν φιλέουσιν, ἑὸν δέ μιν οἷα γονῆα χειρὸς ἐπ’ οἰκείην ἄχρις ἄγουσι θύρην.

Stobaeus, Serm. cxv.; cf. Lucian, Amor. 48,Apollon. De pron. p. 143 Bekker.

ἀπ’ ὀστλίγγων αἰὲν ἄλειφα ῥέει.

E.M. s.v. ὄστλιγγες,schol. Apoll. Rhod. i. 1297.

οἵη τε Τρίτωνος ἐφ’ ὕδασι Ἀσβύσταο.

Steph. Byz. s.v. Ἀσβύστα.

τετράενον Δαμάσου παῖδα Τελεστορίδην.

Is. Lydus, De mensibus, iv. 1,E.M. s.v. ἄφενος.

Schol. ADL Il. viii. 48 τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης, Λεκτόν, Γάργαρον, Φαλάκρη. τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ Αἰτίων.

Schol. AD Il. xiii. 66 Ἀθηνᾶ . . τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν α′ Αἰτίων.

Schol. A.P. vii. 154 Κόροιβον, οὗ μέμνηται Καλλίμαχος ἐν α′ Αἰτίων.

Steph. Byz. s.v. Τριποδίσκος . . κώμη τῆς Μεγαρίδος . . . Καλλίμαχος δ’ ἐν ‹α′› Αἰτίων πόλιν αὐτὴν εἶναί φησι.