De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Ζιγγιβέρεως δραχ. β΄. κράμβης 

572
σπέρμα δραχ. δ΄. μήκωνος δραχ. α΄. χυλὸν ἀναλαβὼν ποίει καταπότια καὶ δίδου τῷ πάσχοντι.

Θύμου καὶ μαράθρου ἐξ ἴσου κόψας ἐν εὐκράτῳ θερμῷ δὸς πιεῖν.

Ἀσάρου, μίσυος, νάρδου Κελτικῆς ἴσα ἀναλάμβανε μέλιτι Ἀττικῷ ἀπηφρισμένῳ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εὐρωστεῖν γὰρ ποιεῖ καὶ πρεσβύτας, τοὺς ξηρὰν ἔχοντας ῥύσιν καὶ εὐτονωτέραν ποιεῖ.

Ῥίζαν κρίνου δὸς πιεῖν προαναζέσας, ἢ ὑοσκυάμου χυλὸν ἢ καρπὸν μετὰ οἰνογάλακτος φυράσας ἔμβαλλε εἰς δέρμα ἐλάφου καὶ περίαπτε τὸν δεξιὸν μηρὸν καὶ θαυμάσεις. ἄλλο. συάγρου ὄνυχας ὀπτήσας μετ᾿ οἴνου πότισον, ἢ ἀλέκτορος ὄρχιν ὀπτήσας δὸς φαγεῖν. ἄλλο. κοχλίαν καύσας μετὰ τοῦ ὀστράκου καὶ λειώσας δίδου πιεῖν μετὰ οἴνου εἰς κοίτην.

Λινοσπέρμου, πεπέρεως,

573
πετροσελίνου κόψας καὶ σήσας μετὰ κονδίτου λάμβανε κοχλιάριον α΄.

Σκορπίδια θαλάσσια τρία μικρὰ καύσας ὁλόκληρα τὴν τέφραν πότιζε μετὰ κονδίτου.

Ῥοῦν μετὰ οἴνου καὶ ὀρύζης ἑψήσας καὶ ἀποτριτώσας ἔνιε, ἢ τράγου ἧπαρ ἑψήσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν, ἢ κηκίδας καύσας λείωσον καλῶς καὶ μίξας στέαρ χοίρειον καὶ τηγανίσας μετὰ ὄξους δὸς φαγεῖν τῷ πάσχοντι, ἢ λαβὼν πεπέρεως δραχ. α΄. θερμίνου ἀλεύρου ἤτοι λουπιναρίου δραχ. γ΄. καὶ μέλιτος κοχλιάριον α΄.

Κάχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετ᾿ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν μετὰ μίαν ὥραν τῆς ἐπισημασίας.

Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον, ἢ τοῖς δήγμασι ἐπιτιθέμενον,

574
ἢ σκόροδα καταπλαττόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα.

Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω· καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ. καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον. ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει. καὶ τὰς περὶ ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει.

Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενον.

Ἀμάραντον ἀποβρέξας μεθ᾿ ὕδατος ὀψὲ καὶ πρωῒ πότισον.

Ἐλενίου, σινήπεως, δαφνίδων κατὰ λόγον κοπανίσας, εἶτα ἐξελὼν φλοῦν καρύας νέας κόψον μικρά. εἶτα βάλλε ἐν ὅλμῳ καὶ κόψον αὐτὸν ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας

575
τρεῖς καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τῆς σπληνὸς ἀπὸ πρωῒ ἕως ἡμέρας η΄. προκενώσας τὴν γαστέρα καὶ θαυμάσεις.

Καππάρεως ῥίζης γο. γ΄. ἀσβέστου γο. δ΄. κόψας καὶ σήσας καὶ ὄξει μίξας ἐπίθες μὴ πλέον ὥρας μιᾶς καὶ ὅλον τήκεται. ἄλλο. κράμβης ζωμὸν ἕψει μόνον, μετὰ δὲ ὀξυμέλιτος πότισον νηστικῷ, ἢ βάτου ῥίζαν μετ᾿ ὄξους ἀποτριτώσας δίδου πιεῖν ἡμέρας τρεῖς. ἄλλο. φλοῦν καρύας μετ᾿ ὄξους καὶ μέλιτος ἑψήσας πότισον νηστικῷ, ἢ σίδηρον πυρώσας ἐν οἰνομέλιτι σβέσας ἐν ποτηρίῳ δὸς πιεῖν καὶ θαυμάσεις.

Φοινίκων ὀστᾶ καὶ μαστίχην καὶ μέλι τρῖβε, τοὺς ὀδόντας ἐπὶ ἡμέρας ζ΄. καὶ λευκαίνονται.