De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Σταφίδας ἐν ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.

Ἀριστολοχίας τρίψας μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυμένον ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυρον καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε· ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ᾿ ἐλαίου ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε.

Μυελὸν αἴγειον περίχριε καὶ ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ 

497
θερμὸν ἐπιτίθει, ἢ λινοσπέρμου χυλὸν, ἢ γάλα γυναικεῖον ἐπίχριε. [Πρὸς λεύκωμα καὶ οὔλας παλαιὰς ἐν ἐλαχίσταις ἡμέραις· ἔστι δὲ καὶ ὀξυδορκικὸν θαυμαστόν.] Ἰοῦ ξυστοῦ γο. δ΄. ἀμμωνιακοῦ γο. δ΄. ψιμυθίου γο. β΄. κόμμεως γο. α΄. τὸ δὲ ὑγρὸν ἔστω σικύου ἀγρίου χυλὸς ὁ τῆς ῥίζης. ἄλλο. δαφνοκόκκων κεκαθαρισμένων καὶ λελειωμένων, κόμμεως τὸ ἀρκοῦν πρόσπλεξον καὶ ποίει κολλύρια, ἐπὶ δὲ τῆς χρείας λειώσας οὔρῳ παιδὸς ἀφθόρου ἀναλάμβανε καὶ οὕτως χρῖε. πεπείραται γάρ.

Κόπρου περιστερᾶς ξηροῦ γο. δ΄. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκιμάσθη γάρ.

Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ χρῖε τοὺς ὀφθαλμούς.

498

Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναικεῖον ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ ἄκρως ὠφέλησεν.

Δαφνίδας ἐκλελεπισμένας ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου.

Μελίκρατον ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν εἰς β΄. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει.

Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ ψίχια ὀξυκράτῳ χρῶ.

499