De remediis parabilibus
Pseudo-Galen
Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.
Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς φλεγμονῆς δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα καὶ ἀναγαργαρίσματα δι᾿ οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψήματος χλιαροῦ, ἢ ὀξυμέλιτος ἀναγαργαριζομένου καὶ ἀποχεομένου καὶ μὴ καταπινομένου· καὶ μασήματος διὰ πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ
Ὑσσώπου ῥίζαν καὶ ἰσχάδων χυλὸν μίξας ἀναγαργάριζε, ὁμοίως καὶ εἰς παρίσθμια καὶ σταφυλὴν ὁμοῦ ζέσας ἀναγαργάριζε φοίνικας δηλονότι καὶ φακήν. [Εἰς τὸ τηρεῖν ἀδίψους ἀεί ποτε.] Γλυκυῤῥίζης χυλὸν πότιζε ἢ ἀνδράχνης ὅσον κύαθον κατάπιε. ἄλλο. ἀνίσου γο. α΄. γλυκυῤῥίζης χυλοῦ γο. β΄. τραγακάνθης βεβρεγμένης γο. β΄. ἀνάπλασον τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ καὶ ἐκ τούτων δίδου κατέχειν ὑπὸ τὴν γλῶτταν ἕνα τροχίσκον καὶ τὸν χυλὸν καταπίνειν καὶ οὐ διψήσει.
Χολὴν αἰγείαν πρόσφατον ἴσα μίξας μέλιτι ἀκάπνῳ χλιαρὸν ἔνσταζον εἰς τὸ οὖς. ἄλλο. λαγωοῦ χολὴν νεαρὰν μέλιτι μίξας ἐπίσης καὶ
Μύρτων χλωρῶν, ῥόδων ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας ε΄. οἰνομέλιτι φυράσας διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμένης τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον.
Κύμινον μετὰ μέλιτος δίδου φαγεῖν καὶ θαυμάσεις· ἢ καλάμου ῥίζαν καύσας πότισον μετὰ οἴνου κύλικος ἑνός.
Ὀρίγανον μετὰ ὕδατος ἑψήσας
Ἀρσενικοῦ σχιστοῦ γο. γ΄. σφέτλης δρυΐνης γο. δ΄. λειώσας πάντα ὁμοῦ ἔχε ξηρίον, ἐπὶ δὲ τῆς χρείας ἀπονίψας οὔρῳ παιδὸς ἀφθόρου τοὺς τόπους ἐπίπασον.
Ῥίζαν σιλφίου κόψας καὶ λειώσας κατάπλασον. [Ξηρίον πρὸς βεβρωμένας οὔλας καὶ ὀδόντας σειομένους.] Μαστίχης γο. α΄. λιβάνου γο. β΄. σμύρνης, ῥόδων ξηρῶν ἀνὰ γο. γ΄. σαρκοκόλλης, κηκίδος ἀνὰ γο. δ΄. ὁμοῦ λειώσας ἐπίπασον τὰ οὖλα, προδιακλύσας ἀειζώου, ἢ μύρτων, ἢ σχοίνου, ἢ ἄγνου, ἢ ἐλαίας τῶν φύλλων τῶν χλιαρῶν.
Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας ἀγρίας κόκκους δ΄. μαστίχης κόκκους η΄. δίδου διαμασᾶσθαι.
Σταφίδας ἐν ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.
Ἀριστολοχίας τρίψας μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυμένον ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυρον καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε· ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ᾿ ἐλαίου ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε.
Μυελὸν αἴγειον περίχριε καὶ ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ
Κόπρου περιστερᾶς ξηροῦ γο. δ΄. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκιμάσθη γάρ.
Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ χρῖε τοὺς ὀφθαλμούς.
Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναικεῖον ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ ἄκρως ὠφέλησεν.
Δαφνίδας ἐκλελεπισμένας ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου.
Μελίκρατον ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν εἰς β΄. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει.
Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ ψίχια ὀξυκράτῳ χρῶ.
Μαράθρου ξύλον τρίψας καλῶς μετὰ μέλιτος πωλίου νεαροῦ ἀκάπνῳ χρῶ ἐπιχρίων.
Ἀκακίαν σὺν οἴνῳ χρῖε. [Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν.] Ἐπὶ δὲ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμένου ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ᾿ ἡλίου καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον.