Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασὰρ τοῦ βασιλέως ὄρασις ὥφθη πρὸς μέ, ἐγὼ Δανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν.

καὶ ἥμην ἐν Σούσοις τῇ βάρει ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ, καὶ ἥμην ἐπὶ τοῦ Οὐβάλ.

καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά· καὶ τὸ ἐν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπʼ ἐσχάτῳ.

ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶ καὶ νότον· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ μεγαλύνθη.

καὶ ἐγὼ ἤμην συνίων, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας μέσον τῶν ὀφθαλμῶν αὐτοῦ.

καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὖ δον ἑστὼς ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.

[*](24 αυτων] αυτου A αναστησεται] + ετερος BᵃᵇAQΓ 25 εν χειρι AQΓ αυτου] αυτω Γ vid καιρου 1⁰] + και καιρου A om γε AQ 26 εκαθισεν] καθειση Aviᵈ του απολρσοι] om του Q* (superscr Qᵃ) 27 εδοθη] pr και A 28 επι πολυ οι διαλογισμοι μου A Γ ηλλοιωθη] + επ εμοι A + εν ε μ[οι] Γ διετηρησα] συνετηρησα A ετηρησα Q subscr ορασις η΄ A VIII 1 superscr ορασις θʼ AQ (paene evanuit superscribtio in Γ) Βαρτασαρ A προς με] μοι Q εγω Δανιηλ bis scr A 2 τη βαρει] της βαρε[ως] l Αιλαμ] + και ιδον εν οραματι AΓ 3 ειδον Bᵃ? ᵇ: item 4 om εις Q* (superscr Qa) προ] επι Q κερατα] +και τα κερατα A Γ υψηλον] υψηλοτερον AΓ αναβαινέ (sic) A εσχατων A 4 ιδον] pr και AΓ βορραν ΑQΓᵛiᵈ νοτον] + και λιβα AΓᵛⁱᵈ στησονται] στ[η]σε[ται] Γ 5 τραγος] τραχος A απτομενος] pr ο A κερας] + θεωρητον AΓ μεσον] pr ανα AQΓ 6 ειδον Bᵃᵇ Γ εστως ενωπιον] εστωτος ανα μεσον A εστωτος ενωπιον Q εδραμε Γ)
553

καὶ ἴδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριανθη πρὸς [*](Β) αὐτόν· καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἣν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.

καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσερα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρες ἀνέμους τοῦ οὐρανοῦ.

καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἕν ἰσχυρόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς τὴν δύναμιν·

ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά,

καὶ ἕως ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι᾿  αὐτὸν θυσία ἐράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται.

καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησεν καὶ εὐοδώθη.

καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἰς ἅγιος τῷ φελμουνεὶ τῷ λαλοῦντι Ἓως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συνπατηθήσεται;

καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι καὶ τριακόσιαι· καὶ καθαρισθήσεται τὸ ἅγιον.

Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιὴλ, τὴν ὅρασιν, καὶ ἐζήτουν σύνεσιν· καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.

καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριήλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.

καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεως μου· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου· καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.

καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετʼ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστη- [*](7 ειδον Bᵃ ??* om αυτον 1⁰ A φθαννοντα ΒA hiat Γ εξηγριωθη A?? AQΓ ερριψεν Bᵃ?ᵇ ?? σιγων] ετων B*vid (αιγ.] Bᵃᵇ) ανεβη] + ετερα A?? |τεσσερα] τεσσαρα Bᵇ: item 22 τεσσαρες] τεσσαρας Bᵇ⁽ᵛiᵈ⁾AQΓ 9 εμεγαλυνθη] non inst λ Bᵇᵛⁱᵈ τον νοτον sup ras A om τον Γᵛiᵈ + και προς ανατολην AQΓ) δυναμιν] θυσιν Q 10 εμεγαλυνθη] pr και Q om του ουρανου (2⁰) Q* (hab Qmg) om απο 2⁰ A συνεπατησαν αυτα] συνεπατηθη A συνεπατησεν αυτα Q 11 εως] + ου AQΓ | εραχθη] εταραχθη (ηρθη Qmᵍ) και εγενηθη AQΓ κατευωδωθη Bᵃᵇ 12 ερριφη Bᵇ ευοδωθη (ευωδ. Bᵃᵇ)] κατευοδωθη A 13 om αγιου A φελμωνι A φερμουνι Q* φελμουνι Qa συμπατηθησεται BᵇQᵃ 15 εμου] μου Q 17 εχομενος] ανα μεσο A υιε ανθρωπου] pr συνες Bᵃᵇᵐᵍ AQ 18 πιπτω] pr εθαμβηθην και A om μου 2⁰ (hab Qᵐg) )

555
κέν με ἐπὶ πόδας,

καὶ εἶπεν Ἰδοὺ ἐγὼ γνωρίζωʼ σοι τὰ ἐσόμενα [*](Β ¶Γ) ἐπʼ ἐσχάτῳ τῆς ἀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.

ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Περσῶν καὶ Μήδων.