Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις· συνκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους Δανιὴλ, καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτασάρ· νῦν οὗν κληθήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι.

Τότε Δανιὴλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Σὺ εἶ Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατὴρ μου;

ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα θεοῦ ἐν σοί, καὶ γρηγόρησις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί

καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοί, μάγοι, γαζαρηνοί, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσιν καὶ τὴν συγκρισιν αὐτῆς γνωρίσωσίν μοι, καὶ οὐκ ἡδύνῃ. [*](6 συνεκροτουντο] συνεκρουοντο Q 7 εν ισ χυι ο βασιλευς Q Βαβυ- AQ λωνοις B* (-νος Bᵇ) αν] εαν AQ συγκρισιν] + αυτης A επι] εσται περι A 8 επορευοντο Q* (εισεπ. Qmᵍ) om παντες A αναγνωναι την γραφην Q | τω βασιλει γνωρισαι Q 9 Βαλτασαρ ο βασιλευς Q εταραχθη] pr πολυ A εν αυτω] επ αυτω A om Q συνεταρασσοντο (σσαντο B* -σσοντο Bᵃᵇ)] συνετα- ρασσον αυτον A 10 και 2⁰] + απεκριθη η βασιλεισσα και A τον αιωνα] τους αιωνας AQ 11 θεου] + αγιον AQ (superscr οι λο[ιποι] Q?] ηυρεθη Q* (ευρ. Qa) εν 4⁰ ε|ν Β* εν B? πατηρ] incep βα B* (παι. Bᵃᵇ) αυτον] + ο πηρ σου ο βασιλευς A 12 περισκον πνα Q συνεσις] + εν αυτω BᵃᵇA συγκρινων BᵃᵇAQ om αυτου Q 13 εισηχθη] εισηνεχθη Q μου] + και ειπεν· ναι βασιλευ· και ειπεν Q 14 θεου] + αγιον Q και 2⁰] + συνεσις και BᵃᵇAQ 15 μου] εμου AQ μαγοι] + Χαλδαιοι Q om ταυτην A γνωρισωσιν] αναγγειλωσιν (-σι Qa) Q )

539
θησαν ἀναγγεῖλαί μοι.

καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι [*](B) κρίματα συνκρῖναι· νῦν οὗν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γναωρίσῃς μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τῷ τραχήλῳ σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις.

καὶ εἶπεν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως Τὰ δόματά σού σοι ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι καὶ τὴν σύγκρισιν αὐτῆς γναωρίσω σοι.

βασιλεῦ, ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναββουχοδονοσὸρ τῷ πατρί σου,

καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνήρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν, καὶ οὓς ἠβούλετο αὐτὸς ὑψοῖ, καὶ οὓς ἠβούλετο αὐτὸς ἔταπείνου.

καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνείμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ,

καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ [*](¶Q) ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπαων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.

καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτασὰρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ θκοῦ· οὐ πάντα ταῦτα ἔγνως·

καὶ ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἵ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους, οἱ οὐ βλέπουσιν καὶ οἱ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν θεὸν οὖ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδό- [*](16 οτι] + συ A | om κριματα Q* (hab συγκριματα Q(mᵍ) συνκριναι (συγκρ. AQ Q)] συγκρινειν A εαν δυνηθης] ει δυνασαι Q* (δυνηθης Qmᵍ) | γρεφην] +ταυτην A γνωρισης] γνωρισαι A αναγγειλαι Q επι τω τραχηλω] περι τον τραχηλον A επι τον τραχηλον Q 17 και ειπεν] τοτε απεκριθη AQ Δανιηλ] + και ειπεν Q σοι] pr συν A της οικιας] του οικου Q αναγνω- σομαι] + τω βασιλει A 19 μεγαλοσυνης B* (- λωσ. Bᵇ salt) om ης B* (superscr Bᵃᵇ) ηβουλετο quater] εβουλετο AQ (in ηβ. 1⁰ η non inst Bᵇ) τυπτεν Q* (ετ. Qᵃ) υψου BᵇQ 20 υπερηφανευεσθαι AQ απο του θρονου της βασιλειας] απο της β. αυτου και απο του θρ. αυτου Q βασιλειας] + αυτου A 21 εξεδιωχθη απο των ανων Q κατοικεια A εγνω A om ο θεος A αν] εα| A 22 om ουν A κατενωπιον] ενωπιον A 23 ηνεγκας] ηνεγκαν B? (-γκας Β* fort A) αι παρακοιτοι] om αι A om και οι ουκ ακουουσιν A χερι] pr τη A )

541
ξασας.

διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος [*](B) χερὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν.

καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη Μανή, θεκέλ, φαρές.

τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανή, ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν·

θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα·

φαρές. διήρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις.

καὶ εἶ. πεν Βαλτασάρ, καὶ ἐνέδυσαν τὸν Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ.

ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρέθη Βαλτασὰρ ὁ βασιλεὺς ὁ Χαλδαίων,

καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβεν τὴν βασιλείαν, ὢν ἐτῶν ἑξήκοντα δύο.