Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπὸ τῶν συναναμίξεων πρὸς αὐτὸν ποιήσει δόλον, καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοὺς ἐν ὀλίγῳ ἔθνει.

καὶ ἐν εὺθηνίᾳ καὶ ἐν πίοσι χώραις ἥξει, καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ, καὶ ἐπʼ Aἴγυπτον λογιεῖται λογισμοὺς καὶ ἕως καιροῦ.

καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρῷ σφόδρα· καὶ οὐ στήσονται, ὅτι λογιοῦνται ἐπʼ αὐτὸν λογισμούς.

καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί

καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευ- [*](16 στησεται] στησονται A τη γη] om τη A σαββειρ A τελεσθησεται] AQ συντελεσθ. AQ χειρι] γη Q* (χειρι Qᵐᵍ) 17 βασιλιας Q* (- λειας Qᵃ) item 20 bis, 21 bis 18 συλληψεται Bᵇ Qᵃ ονειδισμος] pr ο AQ 19 ισχυν] αρχην A 20 της βασιλειας (- λιας hic et A)] om της AQ ταις ημεραις εκειναις sup ras Bᵇ? 21 ολιθρημασιν ??* ολισθρ. Bᵃᵇ ολοθρη. Bᵇ?C ολισθημασιν AQ* (- σι Qᵃ) 22 κατακλυσθησονται] pr και A 23 αυτους] αυτου AQ 24 πιοσι] πλιοσιν AQ* (πλειοσι Qᵃ) om αυτοις A διασκορπισει A λογισμους] διαλογισμους A + αυτου AQ 25 επι] και A εν 2⁰] pr και A 26 αυτον] αυτου A 27 λαλησουσι Qᵃ )

571
θυνεῖ. ὅτι ἔτι πέρας εἰς καιρόν.

καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ [*](B) ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.

εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἤξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη.