Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.

καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου.

καὶ εἶπεν πρὸς μέ Δανιὴλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις οἶς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μέ τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος.

καὶ εἶπεν πρὸς μέ Μὴ φοβοῦ, Δανιὴλ· ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου, ἡκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἠλθον ἐν τοῖς λόγοις σου.

καὶ ὁ ἄρχων βασιλείας Περσῶν ἱστήκει ἐξ ἐναντίας μου εἵκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μειχαὴλ εἰς τῶν ἀρχόντων ἦλθεν βοηθῆσαί μοι, καὶ αὐτὸν κάτελειπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας ΙΙερσῶν.

καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας.

καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ [*](4 om εγω Q* (hab Qᵐᵍ) εχομενος Q om Τιγρις Q* (hab sub θ΄ Qᵐᵍ) AQ Εδδεκελ] Κνδεκελ A superscr συ 5 ειδον Bᵃᵇ: item 7 bis (adstipulante Q), ?? βαδδιν A om εν Q 6 ωσει 2⁰, 3⁰]  ως AQ 7 εν φοβω] εν τρομω Q* φοβω Qᵐᵍ ?? και εγω] καγω A μονος υπελ. μονος ??* (non inst μονος 2⁰ Bᵇ) υπελ. μονος AQ δοξα] εξεις A εστραφη Q* (μετεστραφη Qᵐᵍ) 9 με] φωνην ρηματων AQ 10 μου 2⁰] + και ταρσους χειρων μου AQ* (superscr αʼσ΄ Q?) + (sub θ΄) και επι τα ιχνη των χειρων μου + (Sub ο΄ ). ποδων μου Qᵐᵍ 11 om νυν Q* (hab Q¹ᵐᵍ) 12 om oτι απο της πρωτης ημερας A πρωτης ημερας] ημ. της πρ. Q συνειναι] συνιεναι Q κακωθηναι] pr του A του θεου] pr κυ AQ 13 ειστηκει BᵃᵇQ |εικοσι] pr και A Μιχαηλ BbAQ: item 21 αρχοντων] +των πρωτων AQ κατελιπον BᵇQᵃ βασιλειας 2⁰] βασιλεως Q θ΄ βασιλειας Qᵐᵍ 14 απαντησει Q εσχατω Q om ετι A η ορασις] om η A )

565
κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. [*](Β)