Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ νῦν, δέσποτα κύριε ὁ θεὸς ἡμῶν, ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐξ Αἰγύπτου τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν [*](Syr)[*](8 και 3°] κ sup ras 87a 11 ᾐ| κατάρα 87)

558
[*](87) ἡμέραν ταύτην· ἡμάρτομεν, ἠγνοήκαμεν.

δέσποτα, κατὰ τὴν δικαιοσύνην σου ἀποστραφήτω ὁ θυμός σου καὶ ἡ ὀργὴ σου ἀπὸ τῆς πόλεως σου Ἰερουσαλήμ, ὄρους τοῦ ἁγίου σου· ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐν ταῖς ἀγνοίαις τῶν πατέρων ἡμῶν Ἰερουσαλὴμ καὶ ὁ δῆμός σου, κύριε, εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικυκλῶ ἡμῶν.

καὶ νῦν ἐπάκουσον, δέσποτα, τῆς προσευχῆς τοῦ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου, καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τῶν δούλων σου, δέ. σποτα.

πρόσχες, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεως σου, ἐφʼ ἧς ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῆς· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεθα ἐν ταῖς προσευχαῖς ἡμῶν ἐνώπιόν σου, ἀλλὰ διὰ τὸ σὸν ἔλεος, κύριε, σὺ ἱλάτευσον.

κύριε, ἐπάκουσον καὶ ποίησον, καὶ μὴ χρονίσῃς ἕνεκα σεαυτοῦ, δέσποτα· ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιὼν καὶ ἐπὶ τὸν λαόν σου Ἰσραήλ.

Καὶ ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον Κυρίου θεοῦ μου καὶ ὑπέρ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ ἡμῶν·

καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου, καὶ ἰδοὺ ὁ ἀνὴρ ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχήν, Γαβριὴλ, τάχει φερόμενος προσήγγισέ μοι ἐν ὥρᾳ θυσίας ἑσπερινῆς.