Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
τότε Δανιὴλ ἔστη κατέναντι τῆς γραφῆς καὶ ἀνέγνω, καὶ οὕτως ἀπεκρίθη τῷ βασιλεῖ Αὕτη ἡ γραφή Ἠρίθμηται, κατελογίσθη, ἐξῆρται καὶ ἔστη ἡ γράψασα χείρ. καὶ αὕτη ἡ σύγκρισις αὐτῶν.
Βασιλεῦ, σὺ ἐποιήσω ἑστιατορίαν τοῖς φίλοις σου καὶ ἔπινες οἶνον, καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τοῦ ζῶντος ἠνέχθη σοι καὶ ἐπίνετε ἐν αὐτοῖς, σὺ καὶ οἱ μεγιστᾶνἐς σου, καὶ ήνέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνθρώπων, καὶ τῷ θεῷ τῷ ζῶντι οὐκ εὐλογήσατε, καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι, καὶ οὐκ εὐλόγησας αὐτὸν [*](Syr)[*](16 Δανιηλ 87cᵈ ras aliq in σε 87? 17 ΗΡΙΘΜΗΤΑΙ ΚΑΤελοΓΙCΘΗ Syr mg 23 ηνεσατε] ηνειτε Syr ÷ σοι και ουκ...ηνεσας αυτω 87viᵈ (sed deest ??))