Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
εἰσὶ δέ τινες ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας. Σεδράχ, Μισάχ, Ἀβδεναγώ· οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσεκύνησαν.
τότε Ναβουχοδονοσὸρ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ· τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα.
οὓς καὶ συνιδὼν Ναββουχοδονοσὸρ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε;
καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἄμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς ἤχου μουσικῶν, πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησα· εἰ δέ μή γε, γινώσκετε ὅτι μὴ προσκυνη- [*](Sγr)[*](5 CΑMBYKHC Syrᵐᵍ 6 ?? αυτη τη ωρα 87 (deest ??) Syr 7 ?? συριγγος τε (om τε Syr) και κιθαρας σαμβυκης (?? 87) τε και ψαλτηριου 87 Syr ?? ο βασιλευς 87 (deest ??) Syr 9 ?? Ναβ. τω βασιλει 87 (deest ??) Syr 10 ?? συριγγος τε και σαμβυκης ( 87) κιθαρας και ψαλτηριου 87 Sγr 11 εις την καμινον] α΄ εις μεσον της καμινου Syr mᵍ 12 επι της χωρας] α΄ επι το εργον τ. χ. σ΄ επι την διοικησιν τ. πολεως Syr mg ουκ εφοβηθησαν σου την εντολην] α΄ ουκ εθεντο επι σε βασιλεν γνωμην Syr mᵍ 14 και τη εικονι] σ΄ ουδε τω ανδριαντι Sγr ᵐᵍ 15 ?? συριγγος τε και...συμφωνιας 87 Syr ÷ (om 87) τη χρυση 87vid Syr om γε Sγr )
ἀποκριθέντες δὲ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσόρ Βασιλεῦ, οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι
ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἶς κύριος ἡμῶν, ὃν φοβούμεθα, ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς.
καὶ τότε φανερόν σοι ἔσται, βασιλεῦ, ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὕτε τῇ εἰκόνι σου τῆ χρυσῇ, ἣν ἔστησας, οὐ προσκυνοῦμεν.
τότε Ναβουχοδονοσὸρ ἐπλήσθη θυμοῦ, καὶ ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισάχ. καὶ Ἀβδεναγώ, καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρʼ ὃ ἔδει αὐτὴν καῆναι,
καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν, ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν, σὺν τῷ ἱματισμῷ αὐτῶν, καὶ ἐβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπέρ τὸ πρότερον ἑπταπλασίως, καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν.
τοὺς μὲν οὗν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Ἀζαρίαν ἐξελθοῦσα ἡ φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν, αὐτοὶ δὲ συνετηρήθησαν.
Οὕτως οὗν προσηύξατο Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαήλ, καὶ ὕμνησαν τῷ κυρίῳ, ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον.
στὰς δὲ Ἀζαρίας προσηύξατο οὕτως, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἄμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρί, ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σφόδρα. καὶ εἶπαν
Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
ὅτι δίκαιος εἶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ καὶ αἱ ὁδοί [*](Syr)[*](15 εμβηθησεσθε 87 16 εΠΙΤΑΓΗ Syrᵐᵍ 17 ÷ εν ουρανοις εις κυριος 87 Syr ?? της καιομενης 87 Syr 18 ?? βασιλευ 87 Syr | om ου Syr 19 Σεδρ. Μισ. και Αβδ. Syr 20 ?? τον Σεδρ. Μισ. (+ και Syr) Αβδ. 87 Syr 21 εχοντες τα υποδηματα αυτων] σ΄ εν τοις υποδημασιν (? ταις αναξυρισιν cf Hieron) ουτων Syr mᵍ ?? του πυρος την καιο- μενην 87 vid (deest ??) του πυρ. ?? την καιομ. Syr 22 επειδη...ηπειγεν] σ΄ δια το ρημα του βασ. απαρακλητον ειναι Syrᵐᵍ 23 om μεν Syr εξελθουσα] λ sup ras 87 24 προσηυξαντο Syr εμβληθηναι] εμβαλειν Syr vid 26 αινετος Syr)
καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἰερουσαλήμ· διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν.
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι·
καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται.
καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας,