Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ, καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν, καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται [*](Syr)[*](6 και εισελευσεται...μενει εις ωρας] και θυγατηρ βασιλεως του νοτου εισελευσεται προς βασιλεα του βορρα του ποιησαι συνθηκας μετ αυτου και ου κρατησει ισχυος βρα χιονος και ου στησεται το σπερμα αυτου (fort αυτης) και παραδοθησεται αυτη και οι προσαγοντες αυτην και η νεανις και ο κατι- σχυων αυτην εν τω καιρω σ΄ τον π οιησαι ομονοιαν και ου στησεται προς την ισχυν του βραχιονος και ουχ υποστησεται (? υπομενει) ουδε προς το σπερμα αυτου Syrᵐᵍ 8 αυτων 4⁰] αυτου 87*ᵛiᵈ 9 ?? βασιλευς Syr Αιγυπου 87 10 και εισελευσεται...κατασυρων (κατὰ σύρων 87)] σ΄ και ελευσεται ερχομενη και κατακλυζουσα Syrᵐg επι πολυ] α΄ εως κρατααιωματος αυτης Syrᵐᵍ 11 Αιγυπτου] του νοτου Syrmg (item 15) ?? και εξελευσεται 87 Syr ?? και στησει οχλον πολυν (λυ sup ras: fort prius πολλ. .) 87 ?? οχλον π. Syr 12 ου] αυ 87eᵈ 13 κατα συντελειαν. επ αυτον] και εις το τελος των καιρων ενιαυτων ελευσεται ερχομενος Syrmg αυτην] αυτο 87*vid)
καὶ ποιήσει ὁ εἰσπορευόμενος ἐπʼ αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἀνθεστηκὼς ἐναντίον αὐτοῦ· καὶ στήσεται ἐν τῇ χώρᾳ, καὶ ἐπιτελεσθήσεται πάντα τὰ ἐν ταῖς χερσὶν αὐτοῦ.
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελθεῖν βία τὸ ἔργον αὐτοῦ, καὶ συνθήκας μετʼ αὐτοῦ ποιήσεται· καὶ θυγατέρα ἀνθρώπου δώσει αὐτῷ εἰς τὸ φθεῖραι αὐτήν, καὶ οὐ πείσεται καὶ οὐκ ἔσται.
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν θάλασσαν καὶ λήψεται πολλούς, καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὃρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ.
ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ, καὶ προσκόψει καὶ πεσεῖται, καὶ οὐχ εὑρεθήσεται.
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας εἰς ἀνάστασιν, ἀνὴρ τύπτων δόξαν βασιλέως· καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται, καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ·
καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταφρόνητος, καὶ οὐ δοθήσεται ἐπʼ αὐτὸν δόξα βασιλέως· καὶ ἥξει ἐξάπινα, κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ.