Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναὰ πέμμα τῷ μόσχᾳῳ καὶ πέμμα τῷ κριῷ. καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἰν τῷ πέμματι.

ἐὰν δὲ ποιήσῃ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σαωτηρίου τῷ κυρίῳ, καὶ ἀνοίξει ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατʼ ἀνατολάς, καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· καὶ ἐξελεύσεται, καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν.

καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθʼ ἡμέραν τῷ κυρίῳ, πρωὶ ποιήσει αὐτόν.

καὶ μαναὰ ποιήσει ἐπʼ αὐτῷ τὸ πρωὶ ἕκτον τοῦ μέτρου, καὶ ἐλαίου τρίτον τοῦ εἰν τοῦ ἀναμίξαι τὴν σεμίδαλιν, μαναὰ τῷ κυρίῳ, πρόσταγμα διὰ παντός.

ποιήσετε τὸν ἀμνόν, καὶ τὸ μαναὰ καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωί, ὁλοκαύτωμα διὰ παντός.