Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ ἐξήγαγέν με·

καὶ ἰδοὺ δόξα θεοῦ Ἰσραὴλ ἤρχετο κατά τὴν ὁδὸν τὴν πρὸς ἀνατολάς, καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν· καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν.

καὶ ἡ ὅρασις ἣν ἴδον κατὰ τὴν ὅρασιν ἣν ἴδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν, καὶ ἡ ὅρασις τοῦ ἄρματος οὗ ἴδον κατά τὴν ὅρασιν ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

καὶ δόξα Κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς.

καὶ ἀνέλαβέν με πνεῦμα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης Κυρίου ὁ οἶκος.

καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρὸς μέ, καὶ ὁ ἀνὴρ ἱστήκει ἐχόμενός μου,

καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου, τὸν τόπον τοῦ θρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ἰσραὴλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν,

ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν· καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν [*](18 θαλασσης] pr της A μειρου] + (sub ?? ) κυκλω Q 19 κατεναντι] AQ κατα προσωπον A νοτου] ναου Bᵃ ᵐᵍ (νοτ. non inst Bᵇ) 20 τα τεσσερα] τα τεσσαρα Bb εις τα τεσσαρα A μερη] εμετρησεν Qᵐg του αυτου καλαμου] του αυτου μειρου A τω αυτω καλαμω Qᵃ ουτων] αυτον A πεντακοσιων 1⁰] πεντα- κοσιοι Q πετακοσιων (2⁰) Q* (ν superscr Qᵃ) πηχεων A X 1 III 1 κατα] κατ AQ και εξηγαγεν με] pr 4 Q? 2 την προς] της πυλης της βλεπουσης προς A διπασιαζοντων Β* (διπ λ. Bᵇ) δοξης] + κυ A 3 του αρμ. ου ιδον] pr Q? ιδον 3⁰, 4⁰] ειδον A ην 3⁰) ου A του Xοβαρ] om του Q 4 κατα 2⁰] κατ AQ 5 πληρη Β* (πληρης Bᵃᵇ) 6 και εστην (εστη Β* εστην Bᵃᵇ)] pr ?? Q? ο ανηρ] om ο A ειστηκει BᵃᵇQᵃ 7 εωρακας BᵇA om τον τοπον του θρ. μου Q* (hab Qmg) τον τοπον 1⁰] om τον Β* (hab Bᵃᵇ) om και 2⁰ Q οικου] pr του A τον αιωνα] pr εις A ου] + μη A οικος] pr ο A μου το αγιον A)

482
[*](B) τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου καὶ ἐν φόνῳ.

καὶ νῦν απωσάσθωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς φόνους τῶν ήγουμέναων αὐτῶυ ἀπʼ ἐμοῦ, καὶ κατασκηνώσαω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα.

καὶ σύ, υἱὲ ἀνθρώπου, δεῖξον τῷ οἴκῳ Ἰσραὴλ τὸν οἶκον, καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ,

καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων ὦν ἐποίησαν. καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν, καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά.

καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων.

Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεος καὶ παλαιστῆς· κόλπωμα βάθους ἐπὶ πῆχυν, καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν σπιθαμῆς. καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου·

ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τοῦτο ὑποκάτωθεν πηχῶν δύο, καὶ τὸ εὖρος πήχεος. καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες, καὶ εὖρος πῆχυς.

καὶ τὸ ἁριὴλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς.

καὶ τὸ ἀριὴλ πηχῶν δώδεκα μήκους, ἐπὶ πήχεις δώδεκα· τετράγωνον ἐπὶ τὰ τέσσερα μέρη αὐτοῦ.

καὶ τὸ ἱλαστήριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος, ἐπὶ πήχεις δέκα τέσσαρες τὸ εὗρος ἐπὶ τέσσερα μέρη αὐτοῦ, καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν [*](AQ) [*](8, 9 και εν φονω και] pr ?? Q? 9 πορνιαν A τον αιωνα] pr εις A 11 και 1⁰] pr ει πως εντραπωσι Qmg ληφονται BᵇQᵃ οικον] + και την ετοι μασιαν αυτου A et (sub θ' ?? ) Q αυτου 1⁰] + και τας εισοδους αυτου A et (sub οι γ' ?? ) Q αυτου 4⁰] + (sub ?? ) και παντας τους νομους αυτου ) διαγραψεις 2⁰] διαγραφεις A φυλαξωνται )Q 12 αγιων] +εισιν. ουτος ο νομος του οικου A + εισιν. (θʼ ?? ουτος ο ν. τ. οικου Q 13 pr tit μετρα θυσιαστηριου και των εντος Qᵐᵍ sup εν πηχει του πηχεος] εν π. τ. πηχεως A εν π. πηχεος Q + (sub αʼθʼ ?? ) και πηχεως Q α' πηχεος το πηχυν πηχεας το κολπωμα ην σʼ πηχισμο πεπηχισμενον Qmg κολπωμα βαθους] το κολπωμα βαθος A κολπ. βαθος Q επι πηχυν] pr πηχυς A γεισος] αʼθʼ οριον σʼ περιορισμον Qmg το χειλος] του χειλους A σπιθαμης] μιας Q 14 μεγα 1⁰] μετα Q* (μεγα Qmg) τουτο] το A πηχος B (πηχεος Bᵃᵇ) πηχυς] υς sup ras Bᵃᵇᵛⁱᵈ πηχεως A 15 αριηλ 1⁰] adnot φως μου θς· ητοι ορος θυ δις το θυσιαστηριο ουτως εκαλεσε Qᵐᵍ 16 δωδεκα 1⁰] δεκα δυο Q δωδεκα 2⁰] δεκα δυο Q + πλαπους A + πλατος Q τεσσαρα Bᵇ 17 τεσσαρες] τεσσαρας Bᵇ ευρος] + τετραγωνον A τεσσερα (τεσσαρα Bᵇ)] pr τα A αυτω] ουτων A)

483
κυκλουμενου αὐτῷ ἥμισυ πήχεος, καὶ τὸ κύκλωμα αὐτοῦ [*](B) πῆχυς κυκλόθεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατʼ ἀνατολάς.

Καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίυυ ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ, τοῦ ἀναφέρειν ἐπʼ αὐτοῦ ὁλοκαυτώματι καὶ προσχέειν πρὸς αὐτὸ αἶμα.

καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευείταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδοὺκ τοῖς ἐγγίζουσι πρὸς μἐ, λέγει Κύριος ὁ θεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας.

καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσερα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ, καὶ ἐξιλάσοντςι αὐτό.