Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Σαβὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχη· δόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;

Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ [*](AQ) [*](4 μααχαιραι] + (sub) θ' ?? ) παντες αυτοι Q 5 ΙΙερσαι] adnot πειρα- ζομενοι Qmg Αιθιοπες] adnot ταπεινωσις Qmg Λιβυες] + και Λ υδοι A + (sub ?? ) μετ ουτων udnot στομα αποκλινοντος Qmg περικεφαλαιαις] pr εν A 6 Γομερ] adnot πικρασθησεται Qᵐᵍ Θεργαμα] adnot παροικια τις Qᵐᵍ 7 ετοιμασον] pr και A σεαυτον] σαυτον Q 8 πλειονων] + ετων A εσχατων A επι γην Ισραηλ] εις την γην του Ιηλ A ουτος εξ εθνων εξελη- λυθεν] αυτος εξελ. εκ των εθν. A 9 ηξεις AQ νεφελη] καταιγις Qmᵍ εσει ( ση Bᵃᵇ)] πεση AQ 10 Κυριος] + ο θς A 11 απεριμμενην AQ επι 2⁰] εφ Q οικουντας] κατοικου τας A γην εν η] πολεις εν αις A αυτοις] αυταις A 12 om ουτων A χειρα] pr την A την ηρημ.] γην ηρημ. Q επ] επι AQ κτησεις] + (sub σ' ??) και υπαρξι Q κατοι- κουντας] pr και Q 13 Σαβα] Σαβον Q adnot κυκλος Qmg Δαιδαν] Δαδαν Q adnot κατασκοπη χαρας Qᵐᵍᵛⁱᵈ εμποροι] pr οι A Καρχηδονιοι (Κ sup ras Bᵃᵇ)] Καλκηδονος A adnot μονοτης Καρχ. Θαρσεις Qᵐᵍᵛⁱᵈ |κωμαι ουτων] χωραι αυτης A του προνομευσαι εις προνομην A απεινεγκασθαι Q* (απεν. Qᵃ) κτησιν] κτησεις A | σκυλα 2⁰] + (sub θ΄ ??) μεγαλα Q 14 ειπον] ειπε Q* (om και ειπ. Q?)

469
Γώγ Τάδε λέγει Κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι [*](B) τὸν λαόν μου Ἰσραὴλ ἐπʼ εἰρήνης, ἐγερθήσῃ ;

καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπʼ ἐσχάτου βορρᾶ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,

καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμέ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.

τάδε λέγει κύριος Κύριος τῷ Γώγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ἰσραήλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν, τοῦ ἀγαγεῖν σε ἐπʼ αὐτούς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραήλ, λέγει κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου

καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ἰσραήλ,

καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.

καὶ καλέσω ἐπʼ αὐτὸ καὶ πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ὰνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται.

καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπʼ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετʼ αὐτοῦ καὶ ἐπ᾿ ἔθνη πολλὰ μετʼ αὐτοῦ.

καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γώγ, ἄρχοντα Ῥώς, Μέσοχ, καὶ Θοβέλ·

καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπʼ ἐσχάτου τοῦ βορρᾶ, καὶ ἀνάξω σε ἐπὶ [*](4 Κυριος] κς κς ο θς A κς κς Q | ουκ] ουχι A | κατωκισθηναι Q* (κατοικ. AQ Qᵃ) | εγερθηση] εξεγερθηση A 16 ουτων] + Γωγ (fort sub ?? ) Q 17 κυ- ριος Κυριος] αδωναι κς ο θς A | τω Γωγ] pr ?? Q? | προ] αφ A | προφητων] pr των AQ | Ισραηλ] + (sub θ΄σ΄ ?? ) των προφητευσαντ| Q | ετεσι Bb | αγα- γειν] αναγαγειν A 18 Ισραηλ] pr του AQ | Κυριος] + ο θς A | μου] + (sub θ΄ ?? ) εν οργη μου Q 19 om ει μην Q | γης] pr της AQ | Ισραηλ] pr του A 20 σεισθησονται] ον sup ras Bᵃᵇ | Κυριου] pr του A | ραγη- σονται A 21 αυτο] αυτον Q | om και 2⁰ AQ | παν] πανια Q | φοβον] + μαχαιρας AQ | Κυριος] pr κς AQ 22 επ 2°] επι A 23 και ενδοξασθησομαι] pr ?? Q? XXXIX 1 Κυοιος] pr κς AQ | Μεσοχ] Μοσοχ AQ | Θοβελ] Θοβερ A 2 αναβιβασω AQ | επ] απ AQ | αναξω] συναξω A)

470
[*](§ Γ B) τὰ ὄρη τοῦ Ἰσραήλ.

§ ³καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς, (⁴) καὶ καταβαλῶ σε

ἐπὶ τὰ ὄρη τὰ Ἰσραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων· παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι.

ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.

καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπʼ εἰρήνης · καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

καὶ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγω εἰμι Κύριος, ἄγιος ἐν Ἰσραήλ.

ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα.

καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασι καὶ ῥάβδοις [*](¶ Γ) χειρῶν καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐτοῖς π ῦρ ἑπτὰ ἔτη·