Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Xώσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχυρισμέναων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὗ διεσ πάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου.
καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ ἐν ταῖς φάραγξιν καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς·
ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς, ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραήλ. καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ καὶ κοιμηθήσονται, καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ.
ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. τάδε λέγει κύριος Κύριος
Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλιπὸν ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος.
καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων.
καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;
καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον;
Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβἀτου [*](10 ου] + μη A ουκ εσονται αυτοις ετι] ουκετι εσ. αυτ. A ουκ εσ. αυτ. Q AQ 11 Κυριος] κς κς BᵃᵇQ κς κς ο θς A εγω] + σʼ ?? αυτος Qᵐᵍ 12 ωσπερ ζητει] ως επισκεπτετε A om οταν η A γνοφος κ. νεφελη] γνοφου κ. νεφελης A pr ?? Q? προβατων] + (sub ?? ) αυτου A) απελασω] συναξω A 13 απο] εκ A φαραγξι Bᵇ 14 om εν 1⁰ A υψηλω] + εν τω ορει A 14—15 και εν νομη.. εγω ειμι κε sup ras Aᵃ 14 Ισραηλ 2⁰] pr του Aᵃ 15 και γνωσονται οτι εγω ειμι Κυριος] pr ?? Q? γνωσονται] επιγνωσονται Aᵃ οτι] διοτι Aᵃ 16 ζητησω] εκζητησω A πλανωμενον] πεπλανημενον A επιστρεψω] αποστρεψω Bᵃᵇ εκλιπον] εκλειπον BᵃᵇAQ ενισχυσω] + (sub Θ' ?? ) και το πιον Q και το ισχ. φυλαξω sub θ΄ ?? Q? 17 προβατα] pr τα A +μου Q διακρινω] ανακρινω Q κριων και τραγων] κρειου και τραγου A 18 om υμων 10 A κατεπατειτε τοις ποσιν υμων] τοις ποσιν υμων κατεπα- τειται A εταρασσετο B?ᵛiᵈ 19 υπο] απο Q 20 Κυριος] + ο θς A + προς αυτους Q διακρινω] ανακρινω Q )
ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε.
καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.
καὶ ἀναστήσω ἐπʼ αὐτοὺς ποιμένα ἕνα καὶ ποιμαίνει αὐτούς, τὸν δοῦλόν μου Δαυείδ, καὶ ἔσται αὐτῶν ποιμήν·
καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ Δαυεὶδ ἐν μέσῳ αὐτῶν ἄρχων· ἐγὼ Κύριος ἐλάλησα.
καὶ διαθήσομαι τῷ Δαυεὶδ διαθήκην εἰρήνης. καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.
καὶ δώσω αὐτοὺς περικυκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας.
καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς,
καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσιν, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτοὺς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.
καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου. οἶκος Ἰσραήλ, λέγει Κύριος,
πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, λέγει κύριος Κύριος.