Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀκούσῃ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία καὶ καταλάβῃ αὐτόν· τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται.

ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἶμα αὐτοῦ ἐπʼ αὐτοῦ ἔσται· καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.

καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι. καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν· αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήμφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.

καὶ σύ, υἱέ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.

ἐυ τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀπὸθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.

σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ ἀποστρέψαι ἀπʼ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ [*](31 om βασιλευς Q πασον την ισχυν] παση τη ισχυι A ουτων] + τραυματιαι AQ μα χοιρα (-ρας nisi ρα ο Q) αραω και πασα η δυναμις αυτου A et (sub θ' ?? ) Q Κυριος] ο θς A 32 δεδωκα] εδωκα Q αυτου 1⁰] ουτων A της ζωης] γης ζ. Q τραυματιων] τραυματιας A om μετ αυτου AQ Κυριος] + ο θς A X X X III 1 Κυριου] πιπι Qᵐᵍ 2 επαγω] επαγαγω A ρομφαιαν] κριμα αιματος A ουτων] αυτης Q δωσιν] δωσουσιν Bᵃᵇ δωσωσιν Q om εις A 3 σαλπισει AQ 4 ακουσας] pr ο AQ επελθη] ελθουσα A om και 40 A καταλαβη] καταβαλη A την κεφαλην A 5 εφυλαξατο 1⁰] + την ψυχην αυτου A αυτου (2⁰) εσται και ουτος ο sup ras ut vid B? αυτου 2⁰] αυτον AQ εξειλετο Qᵃ 6 σημανη] + τω λαω A εληφθη Qa αιμα] + αυτης A χειρος] pr της AQ 7 λογον] + (sub θ' ?? ) και διαφυλαξεις αυτους παρ εμου Q 8 ειπαι] ειπειν BᵃᵇAQ αμαρτωλω] ανομω A + (sub ) αμαρ- τωλε Q θανατωθηση] ηση in fin lin even in A και] + εαν A λαλησης] +τους λογους A φυλαξασθαι] αποστηναι A ασεβη] ανομον A το δε] και το A 9 αποστρεψαι] pr του AQ + αυτον A ασεβεια] ανομια A )

456
[*](B) ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξήρησαι.

Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραήλ Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφʼ ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζησόμεθα;

εἰπὸν αὐτοῖς Ζῶ ἐγὼ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὡς ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;

εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἦ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾖ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.

ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾖ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.

καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην,

καὶ ἐνεχύρασμα ἀποδοῖ καὶ ἁρπάγματα ἀποτίσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ·

πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἂς ἥμαρτεν οὐ μὴ ἀναμνησθῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐταῖς ζήσεται.

καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.

ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς.

καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.

καὶ τοῦτό ἐστιν ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.

[*](AQ)[*](9 σαυτου] σου A σεαυτου Q εξηρησαι] ερρυσω A 10 ημιν] ημας A 11 ταδε λεγει] λεγει αδωναι Aa (sup ras: om A*) αδωναι Q ασεβους] αμαρ- τωλου A αποστρεψ αι] pr το A αυτου] + της πονηρας A της οδου υμων] των οδων υμων των πονηρων A της οδου υμ. ?? της πονηρας Q αποθανησκετε Q* (αποθν. Q?) 12 ειπον] pr και συ υιε ανου A et (sub α'θ' ?? ) Q |ασεβους] ανομου A και δικαιος ου sup ras Aᵃ δυνηται] δυνησεται A σωθηναι] + εν ημερα αμαρτιας (μαρτι sup ras Aa) αυτου A et (sub α'θ' ?? ) Q 13 ειπαι] ειπειν BᵃᵇAQ δικαιω] + ζωη ζηση και A επι] εν Q ποιηση] pr εαν A ανομιαν] αδικιαν A αυτου 2⁰] + ας εποιησεν A αναμνησθωσιν] μνησθωσιν AQ αδικεια B* (.κια Bᵇ) 14 ειπαι] ειπειν BᵃᵇAQ αμαρτιας] ασε- βειας A 15 ενεχυρασμα...αποτιση] ενεχυρον και αρπαγμα αποτισει A ενεχυρασμα αποθω και αρπαγμα αποτισει Q προσταγματι A αποθανειται A 16 ημαρτεν] εποιησεν A αναμνησθωσιν] μνησθωσιν ετι A + (sub θ'σ' ??) αυτω Qmg αυταις] αυτοις AQᵃ 17 του κυριου] om του Q 18 αυτου] εαυτου Q ανομιαν A αυταις] αυτη A 20 εκαστος Q* (.τον Qᵃ) |εν ταις οδοις αυτου] κατα τας οδους υμων A Ισραηλ] + λεγει κα A)
457

Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ [*](B) τοῖ μηνός, τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρὸς μέ ἀπὸ Ἰερουσαλήμ λέγων Ἑάλω ἡ πόλις.

καὶ ἐγενήθη ἐπʼ ἐμέ χεὶρ Κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτόν, καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἦλθεν πρὸς μέ τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ λέγων