Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκεῖ ἐδόθησαν Μόσοχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ τῆς ζωῆς·

καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπὸ αἰῶνος, οἳ κατέβησαν εἰς ᾄδοῦ ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν, ὅτι ἐξεφόβησαν πάντας ἐν τῇ ζωῇ αὐτῶν.

καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.

ἐκεῖ ὲδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.

ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ἀσσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύι αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας, καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.

ἐκείνους [*](A)[*](22 παντες τραυματιαι...συναγωγη αυτου 2⁰ sub ?? Q? om και 2⁰ A αυτου 2⁰] ουτων A οι τραυματιαι] om οι A 23 οι δοντες] pr οι εδωκαν τας ταφος αυτης εν μηροις λακκου (adnot ο εβραιος εν μηκει λακκου εχει Q?mg) και εγενηθη εκκλησια υπερκυκλω (περικυκλω Q) της ταφης αυτου παντες αυτοι τραυματιαι πιπτοντες μαχαιρα A et (sub θʼ ??) Q γης ζ.] της ζ. A 24 Αιλαμ| Ελαμ Q (adnot εκστασις Qmg) μαχαιραις A γης βαθος] γην βαθους A ουτων φοβον] τον φ. ουτων A φ. ουτων Q της ζωης] γης ζ. AQ 26 Μοσοχ κ. Θοβελ] adnot M. συμπασα Q. η επιτροφη Qmg om τραυματιαι αυτου παντες Qᵃ om τραυματιαι απο A της ζ.] γης ζ. Q 27 εκοιμη· θησαν] pr (sub ?? ) ουκ Q* (om Qᵃ) των πεπτωκοτων] πεπτωκοτες A απο] απ AQ πολεμικοις] + ουτων A et (sub θ' ?? ) Q και 2⁰] οι A παντας] γιγαντας A*Q 28 κοιμηθηση] pr συντριβηση και A et (sub ??) Q 29 εδοθησαν οι αρχοντες Aσσουρ] Εδωμ και οι βασιλεις αυτης και παντες οι αρχ. Ασσυριοι A ιδωμ (pr ut vid εδοθησα Qᵐᵍ) θ ?? και οι βασιλ. αυτης κ. παντες οι αρχοντες αυτης (Aσσουρ Qmg) Q αυτου] αυτης A ουτων Q |ουτοι... εκοιμηθησαν] αυτοι εκοιμηθησαν μετα τραυματιων μαχαιρας· εκοιμηθησαν A 30 οι αρχοντες] pr παντες A om οι Q βορρα] + παντες αυτοι A παντες] +ουτοι παντες (π. 2⁰ sub θʼ ??) Q εκοιμηθησαν] pr και A pr (sub αθ ?? ) αισχυνομενοι Q τραυματιων] τετραυματισμενων A απηνεγκαν] ελαβον A )

455
ὄψεται βασιλεὺς Φαραώ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν [*](Β) αὐτῶν, λέγει κύριος Κύριος.