Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδεήθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπʼ αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.

διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους, καὶ καταβαλῶ τὴν μάχαιραν [*](11 απολεσοι γην] αφανισαι αυτην A εκκενωσουσι Q παντες] pr ?? Q? | AQΓ η γη τραυματιων (τραυματων Q* -τιων Qᵃ)] τραυματιων η γη A 12 ερημους] + και αποδωσομαι την γην εν χειρι πονηρων A et (sub αʼθʼ ?? ) Q την γην (την om Β* superscr Bᵃᵇ)] + ουτων A και το πληρωμα] συν τω πληρωματι A λελαληκα] ελαλησα A 13 κυριος] αδωναι A αποιω] + βδελυγματα και καταπαυσω A et (sub θ' ?? ) Q Μεμφεως 2⁰] Τανεως A om Q ετι] ουκετι A + και δωσω φοβον εν γη Αιγυπτω A + (sub θʼ ?? ) και δ. φ. εν τη γη Αιγυπτου Q 14 απολω] αηφανιω A Φαθωρης] Παθουρης A Φαθουρης Q 15 Σαιν] Τανιν A adnot πειρασμος Qmg το πληθος] om το A 16 ταραχην ταραχθησεται] απολειται A ταραχη ταραχθ. Q Συηνη] Σαις Q |εκρημα] εκρηγμα A¹Q υδατα (υδα Β* τα Bᵃᵇ)] + ӄ εν Μεμφι πολεμιοι αυθημερινοι Qᵐᵍ 17 Ηλιου πολεως] adnot πονος Qmg Bουβαστου] ndnot στομα εμπειρα (sic) Q om εν 1⁰ A αι γυναικες] om αι Q* (hab Qᵃ) Αιγυπτος Qmg ᵛⁱᵈ γυναικες...πορευσονται] πολεις αιχμαλωτισθησονται A 18 Ταφνας AQ adnot εξισταμενον οφει Qmg τα σκηπτρα (σκηπρα A )] om τα Q ισ χυος] pr της AQΓ ταυτην] αυτην AΓ 20 pr tit επι Φαραω. ετει ια μηνι α’ ημερα ζ' Qmg sup 21 κατεδεηθη (κατεδεθη QΓvid)] + μου A επ αυτον του δοθηναι A δοθηναι 2⁰] δεθηναι Γ 22 τους τεταμενους] τους τεταγ- μενους Q om τους Γ + και τους συντριβομενους AΓ et (sub ?? ) Q )

450
[*](B) αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ·

καὶ διασπερῶ Aἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας,

καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπʼ Aἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς.

καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου.

καὶ διασπερῶ Aἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγὼ εἰμι Κύριος.