Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ.

καὶ διήνοιξεν τὸ στόμα μου, καὶ ἐψώμισέν με τὴν κεφαλίδα.

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματίμου ὡς μέλι γλυκάζον.

Καὶ εἶπεν πρὸς μέ ζἱὲ ἀνθρώπου, βάδιζε καὶ ερελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτοὺς,

διότι οὐ πρὸς λαὸν βαθύγλωσσον σὺ ἐξαποστέλλῃ, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ,

οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἤ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὅν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου.

ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου· ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι.

καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέυαντι τῶν προσώπων αὐτῶν, καὶ τὸ υεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν,

καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας. μὴ φοβηθῇς ἀπʼ αὐτῶν μηδέ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστίν,

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους σὕς λελάληκα μετὰ σοῦ λάβε εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε,

καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς [*](AQ)[*](7 οτι] διοτι BᵃᵇA 8 μη] pr και Q\ παραπικραινων 1⁰ (νων sup ras Aᵃ)] + και συ (sup ras) A ο παραπικρ.] ο nup ras A ο εγω] α εγω Β* vid (ο sup ras Bᵃᵇ) A 9 κεφαλις] σ΄ λητο| τευχος Qᵐᵍ 10 αυτη α sup ras Aᵃ | εμπροσθεν] οπισθεν A οπισω] εμπροσθεν A οπισθεν Q | εγεγραπτο] +εις αυτην AQ III 1 ειπε Qᵃ ; item 4 ανθρωπου] + οι γ ?? ο εαν ευρης φαγε Qᵐᵍ 2 κεφαλιδα] + ταυτην Q 4 om και 2⁰ AQ 5 βαθυγλωσσον] βαθυχειλον (βαθ sup ras Aᵃ) και βαρυ- γλωσσον AQ εξαποστείλῃ Bᵃ⁽ᵛiᵈ) του Ισραηλ] om του Q 6 λο· γους] + ουτων A 7 εισακουσοι 2⁰] εισακουεῑl A Ισραηλ 2⁰] pr του AQ φιλονεικοι] α ισχυροι μετωπω σ΄ αναιδεις μετωπω Qᵐᵍ 8 προσωπων] προσωπον A* (-πων A?vid) 9 πετρος] + δεδωκα το νεικος σου A + (sub θ΄ ?? ) δεδωκα το μετωπον σου Q φο| φηθης Β* (φοβ. Bᵃ?ᵇ?) πτοηθῇς] σ΄ υπενδως Qᵐᵍ 10 ελαληκα A 11 εισελθε] seq ras 1 saltem lit in A )

389
τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτούς, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδ [*](B) λέγει Κύριος, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν.

Καὶ ἀνέλαβέν με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου, καὶἤκουσα φωνὴν σεισμοῦ μεγάλου Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.

καὶ ἴδον φωνὴν πτερύγων τῶν ζῷαων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φαωνὴ τοῦ σεισμοῦ.

καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμέ κραταιά.

καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέαωρος, καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβὰρ τοὺς ὄνταέ ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.

καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ.

ἐν τῷ λέγειν με τῷ ἀνόμῳ ανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν, ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἵμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω.

καὶ σὺ ἐὸν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῤύσῃ.

καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπταμα, καὶ δώσαω τὴν βάσανον εἰς πρόσαωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ· καὶ τὸ αἶμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.