Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγὼ εἰμι Κύριος, ἀνθʼ ὧν ἐγενλθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.
ὅτι ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χείρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.
διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη,
καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε Οἱ ποταμοὶ ἐμοί εἰσιν, καὶ ἐγὼ ἐποίησα αὐτούς.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σἐ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ [*](B) δὠσω γῆν Αἰγύπτου εἰς ἔρημον ῥομφαίαν καὶ ἀπωλίαν, ἀπὸ Μαγδώλυυ καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.
οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσεράκοντα ἔτη.