Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ ἐν δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Yἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπʼ αὐτὸν καὶ ἐπ Ἀἴγυπτον ὅλην

καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὠ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ) ποταμῶν αὐτοῦ, τὸν λέγοντα Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.

καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, κιὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου,

καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·

καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγὼ εἰμι Κύριος, ἀνθʼ ὧν ἐγενλθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.

ὅτι ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χείρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη,

καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε Οἱ ποταμοὶ ἐμοί εἰσιν, καὶ ἐγὼ ἐποίησα αὐτούς.

[*](AQ)[*](26 ην] ης A δεδωκα] εδωκα AQ εν 1⁰] επ ) φυτευσωσιν AQ* ( σουσιν Qᵃ) πασι BᵇQ και ο θεος. ουτων sub Q? X X IX 1 pr tit Φαραω βασιλ. Αιγ. A?ᵐᵍ επι Φαραω ετει ι' μηνι ι' ημερα α’ Q δωδεκατω] δεκοτω AQ δεκοτῳ] τω ενδεκατω A τω δεκ. Q 3 και 1⁰] + λαλησον και A pr (sub οι γ ?? ) λαλησον Q Κυριος] + ο θς A pr κς ) Φαραω] pr σε AQ+ βασιλευ Αιγυπτου A + (sub α'θʼσ' ?? ) βασιλευ ( λεα Qmg) Αιγ.Q τον δρακοντα] adnot τσ εβραικο το κητος εχει ινα εμφανη τον κροκοδιλον (corr δειλον) Qmg 4 om εγω AQ?ᵛiⁱᵈ παγιδας] pr τας A χαλινο| Qmg ιχθυος AQ* (ιχθυς Qa vid) του ποταμου σου (2⁰)] om σου A + και παντας τους ιχθυος του ποταμου σου A + και π. τ. ιχθ. τ. ποι. σου (et sub σʼ ) ταις λεπισιν σου προσκολλη- θησονται (προσκ. sub ??) Q 5 καταβοω A* (-βαλω A1 fort) και 2⁰] pr και σε ) πεδιου] + σου Q om και ου μη συναχθης Q* (hab Qmg) και 4°] ουδ A της γης] του αγρου A τοις πετεινοις] om τοις Q* (hab Qmg) κατα- βρωμα] βρωσιν A 7 οτι] οτε Qvid επελαβοντο A εκροτησεν] επεκρο- τησεν BᵃᵇQᵃ επεκρατησεν AQ* 8 Κυριος] + ο θς A pr κς Q ανθρωπους ...κτηνη] απο σου ανον και κτηνος A 9 η γη] pr πασα A οι ποταμοι] pr οτι A )
447

διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σἐ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ [*](B) δὠσω γῆν Αἰγύπτου εἰς ἔρημον ῥομφαίαν καὶ ἀπωλίαν, ἀπὸ Μαγδώλυυ καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.

οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσεράκοντα ἔτη.

καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημαομέναων ἔσονται τεσσεράκοντα ἔτη. καὶ διασπερῶ Aἴγυπτον ἐν τοῖς ἔθνεσιν, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.

τάδε λέγει Κύριος Μετὰ τεσσεράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶυ οὗ διεσκορπίσθησαν ἐκεῖ,

καὶ ἀποστρέψω τὴν αἰχμαλωσἰαν τῶν Αἰγυπτἰων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ

παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν.

καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ αὐτοὺς ἀκόλουθῆσαι ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱ ἱὲ ἀνθρώπου, Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου· πᾶσα κεφαλὴ φαλακρά, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπʼ αὐτήν.

τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος γῆν [*](10 γῆν] pr την A om ρομφαιαν A απωλειαν BᵃᵇAQ Μαγδωλου] AQ Μαγδουλου Q adnot μεγαλυσμος Qmg Συηνης] Σοηνης A adnot κυκλος αυτης Qmg Αιθιοπων] Αιθιοπιας A 11 πους ανθρωπου διελθη αυτην] αυος και κτηνος A και ου] ουδε A τεσσερακοντα ετη και Sup ras et in mgg A τεσσαρακοντα Bb: item 1 3 12 απωλειαν] pr εις A γης ηρημωμενης] της ερημου A αυτης] ουτων A εσονται] +(sub) θ'σ' ?? ) αφανισμος Q τεσ- σερακοντα ετη] αφανισμος εσται A Αιγυπτον] pr (sub ) τη Q εθνεσι Bᵇ λιμησω Q* (λικμ. Qᵃ) 13 ταδε] pr οτι A Κυριος] pr κς AQ Αιγυπτιους] pr τους A 14 των Αιγυπτιων] Αιγυπτου A κατοικιω AQ (-κειω Q κιω Qᵃ) Φαθωρης] Παθουρης A adnot ψωμον πατημα Qmg εληηφθησαν BbQa εσται] + (sub ?? ) εκει Q 15 αρχας] + α'θ' ?? εσται ταπεινη Q om μη 2⁰ Q (hab) Qmg) 16 ετι εσονται A αναμιμνησκουσα A ανομιαν] αμαρτιαν A ακολουθησοι αυτους Q οπισω] + των καρδιων A Κυριος] + ο θς A pr αδωναι Q 17 pr tit τω Ναβουχοδονοσορ. ετει κζʼ μηνι α ημερα α’ Qᵐᵍ sup 18 την δυναμιν αυτου AQ δουλεια] δολεια A* (δουλ. A¹) Τυρον (ν sup ras) Aᵇ φαλακρα] φαλακρωμα A δουλειας] δου- λιας A εδουλευσαν επ αυτην] εδουλωσεν αυτη A 19 ταδε] pr δια τουτο A et (sub ?? ) Q κυριος] αδωναι A om εγω AQ )

448
[*](B) Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ.

ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἦς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τἀδε λέγει κύριος Κύριος