Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,

ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σέ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν,

καὶ καταβιβάσουσίν σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδία θαλάσσης.

μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγὼ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός.

ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος Κύριος Σὺ ἀποσφραγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους

ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης. πᾶν λίθον χρηστὸν ἐυδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον, καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν, καὶ ἀργύριον καὶ χρυσίον, καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον, καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον. καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοί.

ἀφʼ ἧς ἡμέρας ἐκτίσθης σὺ μετὰ τοῦ χερούβ, ἔθηκά σε ἐν ὄρει ἁγίῳ θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων,

ἐγενήθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφʼ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ [*](AQ)[*](2 Κυριος] κς ο θς A κς κς Q ανθ ου] ανθ ων A) η καρδια σου ) κατω- κηκα BᵃᵇQ) κατωκησα A 3 σοφοι] pr η A τη επιστημη] pr εν A 4 τη φρονησει] pr εν AQ χρυσιον] pr εποιησας A et (sub ?? ) Q 5 εν 1°] pr η A) εμπορια (-ρεια AQᵃ)] + σου A) δυ αμιν] δυναμεις A 6 Κυριος] κς κς ο θς A κς κς Q επειδη] ανθ ων A δεδωκας] εδωκας AQ improb σου Q )ᵃ vid 7 καλλος 1⁰] + σου Q* 10 απεριτμητων] τραυματιζοντω σε θανατοις απεριτμητοις A pr θʼ ?? τραυματιζοντων σε θανατοις Q |απολη] αποθανη Q Κυριος] ras Α? pr αδωναι ) 11 pr tit θρηνος επι τον αρχοντα πυρου )ᵃᵍᵐᵐυ 12 om κυριος A συ] + ει A ομοιωσεως] + (sub οι γʼ ?? ) πληρης σοφιας Q 13 παν] πανΙα AQ? om καΙ 1⁰ A ανθρακα A κ. αργ. κ. χρυσιον] pr ?? Q?mg εν 2⁰ non in st Βb vid 14 om συ Q μετα του χερουβ] pr (sub θʼ ?? ) ητοιμασαν Q + (sub θʼ ?? ) κεχρισμενου ( νους Qa του κατασκηνουντος και Q εθηκα] εδωκα ) om εγενηθης A 15 εως] +ημερας A )

445
ἀδικήματα ἐν σοί

ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ [*](B) ταμιείά σου ἀνομίας, καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ θεοῦ, καὶ ἤγαγέν σε τὸ χεροὺβ ἐκ μέσου λίθων πυρίνων.

ὑψὠθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψαά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.

διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τὰ ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δὠσω σε σ ποθὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.

καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσιν στενάξουσιν ἐπὶ σέ· ἀπωλία ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σειδῶνα καὶ προφήτευσον ἐπʼ αὐτὴν

καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σειδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί

αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι μα χαίροις ἐν σοὶ περικυκλῶ σου· καὶ γνώσονται διότι ἐγὼ εἰμι Κύριος.

καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνηχ ἀπὸ τῶν περικυκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

τάδε λέγει κύριος Κύριος Καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς καὶ ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν.