Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶσύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρʼ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν,

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασαωζόμενον· λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθῆς οὐκέτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας· καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἄμμὼν καὶ προφήτευσον ἐπʼ αὐτούς,

καὶ ἐρεῖς τοῖς υἱοῖς Ἄμμών Ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,

διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κέδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιυ ¶ [*](¶ Γ) ἐν τῇ ἀπαρτείᾳ αὐτῶν ἐν σοί, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρποὺς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.

καὶ δώσω τὴν πόλιν τοῦ Ἄμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἄμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.