Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε Ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.

διὰ τοῦτο ζῶ ἐγὼ, λέγει Κύριος. ἐν χειρὶ κραταιῷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφʼ ὑμᾶς,

καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν οὗ διεσκορπίσθητε ἐν αὐταῖς ἐν χειρὶ κραταιῷ καὶ βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ.

καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον.

ἃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος.

καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ,

καὶ ἐλέγξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτων ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· [*](AQ)[*](27 παρεπεσαν A 28 ην] pr εις A om την χειρα 2⁰ AQ δουναι] pr του AQ) + αυτην Q ειδον] ειδαν A ιδοσαν Q πανια Β* Qᵃ| παν BᵃAΟ* εθυσαν] εθυμιασαν Q εκει 2⁰] 4 θʼ ?? θυμον δωρων αυτω| και εθεντο εκει Q ευωδιας] + ουτων AQ σπονδας] τασπονδας A 29 ειπον] ειπα AQ τις] τι AQ αβανα 1⁰] η αββανα A η βαμα Q Αβανα 2⁰] Αββανα A Βαμα Q 30 Ισραηλ] pr του AQ Κυριος] κς κς ο θεος A κς κς Q 31 εν 2⁰] pr και AQmg αφορισμοις] + υιων υμων εν πυρι + (sub θʼ ?? ) των υιων υμ. εν π. Q om οις AQ Κυριος] pr αδωναι ) υμιν 2⁰] υμις vel υμεις B*ᵛⁱᵈ (υμιν B¹) 32 λεγετε] ελεγετε Q | εσομεθα] θα sup ras Bᵃᵇ om ως 2⁰ Q* (hab Qᵃ) 33 δια τουτο sub Q? | ζω εγω λεγει κς sup ras Bᵃᵇ Κυριος] pr αδδωναι AQ εν 1⁰] pr εαν μη A pr η μην Q 34 βραχιονι] pr εν AQ 36 γης] pr οτε εξηγαγον αυτους εκ AQmg ουτως] καγω A | 38 ελεγξω] εκλεξω ΑQ ασεβεις και τους αφεστηκστας] αφεστηκοτας κ. τους ασεβεις (ευσεβεις Qmg) Q εξαεω] εξαρω A )

425
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος Κύριος.

καὶ ὑμεῖς, οἶκος Ἰσραήλ, [*](B) τάδε λέγει κύριος Κύριος Ἐκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε, καὶ μετὰ ταῦτα εἰ μὴ ὑμεῖς εἰσακούετέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν,

διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπʼ ὄρους ὑψηλοῦ, λέγει κύριος Κύριος, ἐκεῖ δουλεύσουσίν μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος. καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσιν τοῖς ἁγιάσμασιν ὑμῶν.