Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἦλθον πρὸς μέ ἐκ τῶν πρεσβυτέρων ἄνδρες τοῦ Ἰσραήλ, καὶ ἐκάθισαν πρὸ προσώπου μου.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς;

διὰ τοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ [*](18 Κυριος] pr αδωναι AQ συρραπτουσαις BᵇAQ) υπο] επι B*fort (υπο AQ sup ras Bᵃᵇ⁽ᵛⁱᵈ) A αι ψυχαι] pr και A 19 ενεκεν 2⁰] om A ενεκα Q) κλασματων αριων] κλασματος αριου A (imbrob vid Aᵃ?) του αποκτεινοι] om του A om ας 10 Q* (superscr Qᵃ) του περιποιησασθαι] περιεποιουντο A* (improb vid Aᵃ?) ζησαι] ζη| A αποφθεγγματα B 20 συστρεφετε] συστρεφεσθαι O* ᵛiᵈ (-φετε Q?) εκστρεφετε] εκτρεφεται A 21 επιβολαια] περιβολαια A | διοτι] οτι A 22 διαστρεφετε A δικαιου] + αδικως AQ αποστρεψ αι (οστρεψαι sup ras Aa)] pr του A απο] pr τον A πονηρας] + απο- στρεψ αι A ζησαι] ζητησαι A 23 μαντιαν A μαντευσεσθε Q om ετι A και] οτι A γνωσεσθε] επιγνωσεσθαι A οτι] διοτι Q X IV 1 εκ των πρεσβυτερων ανδρες] ανδρες απο των πρεσβυτερων A ανδρες εκ τ. πρ. Q του Ισραηλ] om του A 3 ουτοι sup ras 7 circ lilt Aᵃ εθετο Q* (εθεντο Qᵃ) 4 Κυριος 1⁰| pr αδωναι AQ διανοηματα] οι γʼ ειδωλα Qᵐᵍ )

408
[*](B) τάξῃ πρὸ προσώπου αὐτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ,

ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριαωμένας ἀπʼ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.

διὰ τοῦτο εἰπὸν εἰς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει κύριος Κύριος Ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑαῶν.

διότι ἄνθρωπος ἄνθραωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ἰσραὴλ ὃς ἂν ἀπαλλοτριωθῇ ἀπʼ ἐμοῦ, καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ.

καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμόν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.

καὶ ὁ προφήτης ἐὰν πλανήσῃ καὶ λαλήσῃ, ἐγὼ Κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ.

καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν· κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος, καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται,

ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ἰσραὴλ ἀπʼ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, λέγει Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

Υἱὲ ἀνθρώπου, γῆ ἣ ἂν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπʼ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη.

καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ [*](AQ)[*](4 αυτω] improb vid Aᵃ? ἐν] + αυτοις Q 5 πλαγιασῃ] μη δια- στρεψωσιν A εθυμημασιν Q* (ενθ. Qa) 6 εις] προς AQ Κυριος] + ο θς A επιστρεψατε τα προσωπα υμων] επιστραφητε προς με A 7 om εκ 2⁰ A προσηλυτων] προσlηλ. Β* προση| λ. Bᵃ εν τω Ισραηλ] προσκει- μενων εν Ιηι A αν απαλλοτριωθη] εαν απηλλοτριωθη A θηται] θη AQ 8 θησομαι] θησω A επιγνωσεσθε] επιγνωσθησεσθε Bᵃᵇ (επιγνωσεσθαι Β* ᵛiᵈ) 9 bis scr εαν A* (ras 2⁰ A) πλανηση] πλανηθη AQ λαληση] + (sub οι γʼ) λογον Q πεπλανηκα] επλανησα A 10 λημφονται (ληψ. Qa)] λημψομαι (ομαι sup ras) A ουτων] αυτου A κατα 1⁰] pr και Qmg om του επερωτωντος και κατα το αδικημα Q 11 του Ισραηλ] om του A πασι Qa Κυριος] pr αδωναι Aᵃ?Q 13 η αν] εαν A παραπτωματι AQmg αυτης 1⁰] pr απ Α εξ] απ A κτηνη] κτητος Q )

409
Ἰὼβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος.

ἑὰν [*](Β) καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτήν, καὶ ἔσται εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων,

καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσ, ζῶ ἐγώ, λέγει Κύριος, εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται, ἀλλʼ ἢ αὐτοὶ μόνοι σαωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον.

ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἲπω Ῥομφαία διελθάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος,

καὶ οἱ τρεῖς οὗτοι ἄνδρες ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει Κύριος, οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας, αὐτοὶ μόνοι σωθήσονται.

ἡ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην, καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπʼ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος,

καὶ Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ διωαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν.