Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ, καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον Κυρίου

Τάδε λέγει Κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν.

ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ·

οὺκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ Κυρίου·

βλέ. ποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες Λέγει Κύριος, καὶ [*](20 γη] + αυτης A 22 η παραβολη υμιν] υμιν η παραβολη αυτη A AQ η παραβ. αυτη υμιν μακραι] μακραν A ορασις] pr πασα Q 23 Κυ- ριος] pr αδωναι AQ om και 1⁰ A 24 οτι ουκ] και ουκετι A |om ετι A 25 λαλησω λαλησω τ. λογ. μ. κ. ποιησω Q om μη Q |om οτι A ο παραπικραινων] om ο A Κυριος 2⁰] pr αδωναι A 27 οικος] pr ο AQ 28 Κυοιος] pr αδωναι AQ | λαλησω 1⁰] + οτι A λαλησω 2⁰] + λογον AQ om λεγει Κυριος (2⁰) B*fort (hab Bᵃ⁽ᵐᵍ) Κυριος 2⁰] pr αδωναι A X III 1 pr tit επι τους προφητας Qᵐᵍ sup 2 Ισραηλ] +τους προφητευοντας και ερεις τοις προφηταις (-τες A improb ε A?) τοις προφητευουσιν απο καρδιας ουτων A et (sub αʼθ᾿ ?? ) Q 3 Κυριος] pr αδωναι AQ) ουτων] + θʼ Q τοις πορευομενοις οπισω του πνευματος ουτων Q 4 οι προφηται σου Ιηλ ωσει αλωπηκες (sic) εν ταις ερημοις A . 5 συνη- γαγον] pr ου Qmg επι] pr και A ανεστησαν] εστησαν Qᵃ 6 λεγει] pr ταδε A?(ᵐᵍ) )

406
[*](B) Κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.

οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίας εἰρήκατε;

Διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ἀνθʼ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, λέγει Κύριος,