Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Μήμ.

  1. Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς,
  2. τῶν εκχεοντων αἶμα δίκαιον ἐν μέσῳ αὐτῆς.

    Nούν.

  1. Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις,
  2. ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτούς,
  3. ἥψαντο ἐνδυμάτων αὐτῶν.

    Σάμεχ.

  1. Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτοὺς Ἀπόστητε ἀπόστητε,
  2. μὴ ἄπτεσθε,
  3. ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν·
  4. εἶπατε ἐν τοῖς ἔθνεσιν οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν.

    Ἄιν.

  1. Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι
  2. αὐτοῖς·
  3. πρόσωπον ἱερέων οὐκ ἔλαβον, προφήτας οὐκ ἠλέησαν.