Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Γίμελ

  1. Συνεκάλεσεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραήλ,
  2. ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ,
  3. καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα
  4. τὰ κύκλῳ.

    Δάλεθ.

  1. Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρὸς ὑπεναντίος,
  2. ἐστερέωσεν δεξιὰν αὐτοῦ ὁὡς ὑπεναντίος,
  3. καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ
  4. θυγατρὸς Σειών,
  5. ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.