Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ γὰρ ἐπαγαγὼν ὑμῖν [*](AQ)[*](13 παιδιας (-θειας BᵃᵇQ] +αληθειαας Q* (improb αληθ. Qᵃ) 14 θυγα- τερων] pr των AQ 15 αυτους] + ο θς A οτι] οι A 16 απηγαγον] ηγαγον A μονην] μονογενην A 17 δυνατη] δυναμοι A 18 επ- αγαγων] +υμιν Q τα κακα] +υμιν A 20 ενεδυσαμην δε] και ενεδυσ. A om δε Q* (hab Qmg) αιωνιον] + υψιστον A 21 θαρσειτε AQ βοησατε] pr και A om εκ δυναστειας A εχθρων] + υμων A 22 εγω γαρ] + ηδη Q επι τω αιωνιω ηλπισα A om επι τη ελεημοσυνη A ηξει υμιν] ει υ sup ras B του αιων.] το sup ras B? υμων 2⁰] ημων Q 23 χαρμοσυνης] νης sup ras B? 24 υμων] ημων A υμιν] ημιν A 25 κατεδιωξεν] + γαρ AQ εχθρος] +σου AQ οψη A τραχηλους] pr τους A 26 επο- ρευθησας Β* (.σαν Bᵃ) υπο εχθρων] απο εχθρ. A υπο των εχθρ. Q* (υπο εχθρ. Qᵃ) 27 θαρσησατε AQ θν εσται sup ras Bᵃ(sah) 9 επαγαγοντος Q 28 πλανηθηναι] +υμας AQ δεκαπλασιασατε] pr ουτω νυν A |επιστραφες Β* (-φεντες Bᵃᵇ))

359
τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας [*](B) ὑμῶν.

Θάρσει, Ἰερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.

δείλαιοι οἱ σέ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,

δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.

ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.

καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς εἰς πένθος.

πῦρ γάρ ἐπελεύσεται αὐτῇ παρά τοῦ αἰωνίου εἰς ἡμέρας μακράς. καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.

περίβλεψαι πρὸς ἀνατολάς, Ἰερουσαλήμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρά τοῦ θεοῦ σοι ἐρχομίνην.

ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπʼ ἀνατολῶν ἕως δυσμῶν τῷ όήματι τοῦ ἁγίου. χαίροντες τῇ τοῦ θεοῦ δόξῃ.