Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΚAI οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν B αροὺχ υἱὸς Νηρίου [*](Β) υἱοῦ Μαασαίου υἱοῦ Σεδεκίου υἱοῦ Ἀσαδίου υἱοῦ Χελκίου ἐν Βαβυλῶνι,

ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνός, ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἰερουσαλὴμ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.

καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὼσὶν Ἰεχονίου υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίδλον,

καὶ ἐν όσὶν τῶν δυνατῶν καὶ υἱῶε τῶν βασιλέων, και ἐν ἐὼσὶ τῶν πρεσβυτέρων, καὶ ἐν Κσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοί Σούδ.

καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον Κυρίου,

καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἡδύνατο ἡ χείρ.

καὶ ἀπέστειλαν εἰς Ἰερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου υἱοῦ Σαλὼμ τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὺρεθέντας μετʼ αὐτοῦ ἐν Ἰερουσαλήμ,

ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἵκου Κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτη τοῦ Σειουάν, σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκίας υἱὸς Ἰωσεία βασιλεὺς Ἰούδα,

μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἰερουσαλήμ, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

Καὶ εἶπαν Ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον, καὶ ποιήσατε μάννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου θεοῦ ἡμῶν,

καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσὸρ [*](Ι 1 υιου 1⁰] υιος A υιου 2⁰] υιος A Ασαδιου] Σαδαιου A 2 om εν AQ 2⁰ A 3 ωσιν AQ* 4 ωσιν] ωσι BᵇQᵃ τ ων βασιλεων] του βασι- λεως A ωσι 1⁰] ωσιν A ωσι 2⁰] ωσιν AQ μεγαλου] + ουτων AQ |ποτα- μου] pr του AQ 5 ηυχοντο] + ευχας AQ ενοντι AQ 7 εν] εις A 8 Σειουαν] Ιουαν A Σιουαν BᵇAᵃ) Ιωσια BᵇAQ 9 ηγαγεν] ειση- γαγεν AQ αυτον] αυτους AQ 10 θεου] pr του ΑQ ημων] υμων A )

352
[*](B) βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασάρ υἱοῦ αὐτοῦ, ἵνα ὥσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.

καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασάρ υἱοῦ αὐτοῦ, καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.

καὶ προσεύξασθε περὶ ἡμῶν [*](§ Γ) πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφʼ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.

Καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ,

καὶ ἐρεῖτε ῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ,

καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν,

ὧν ἡμάρτομεν ἔναντι Κυρίου

καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν,

ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἥμεθα ἀπειθοῦντες πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρὰ ὴν συνέταξεν Κύριος τῷ Μωυσῆ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ἡ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν δοῦναι ἡμῖν γῆν όέουσαν γαλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὕτη.