Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἀκούσατε λόγον Κυρίου, πᾶσα ἡ Ἰουδαία.

τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραὴλ Διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.

μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες Ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.

ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ,

καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἶμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν·

καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν ὅθεν οὐκ ὠφεληθήσεσθε,

καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ ἐθυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων ὧν οὐκ οἴδατε

τοῦ κακῶς εἶναι ὑμῖν, καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, καὶ εἴπατε Ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα.

μὴ σπήλαιον λῃστῶν [*](U+05D0AQ)[*](26 εξεφνης (εφνης U+05D0* εξ, U+05D0¹c.a)] εξαιφνης BᵃᵇQ? (εξαι sup ras vid) 27 δεδωκα σε| δεδωκατε U+05D0* (δεδ. σε U+05D0c) 28 χαλκος] pr ως U+05D0c.a | παντες 2°] pr και A 29 εξελειπεν (1°) A | πυρος] της γης A | εξελειπεν (2°) U+05D0c.bA | μολιμος B* (-βος Bᵃᵇ) | μολ. εις καινον· U+05D0 | πονηριαι Q | ετακησαν Q 30 αποδεδοκισμενον U+05D0 VII 2 ακουσατε... Ιουδαια] θ΄ ?? (1) ο λογος ο γενομενος προς Ιερεμιαν παρα κυ λεγων (2) στηθι εν πυλη οικου κυ ӄ αναγνωθι εκει τον λογον τουτον ӄ ερεις ακουσατε το| λογον κῡ πασα η Ιουδαια οι εισπο- ρευομενοι δια των πυλω| τουτων προσκυνειν τω κω Qmg | Ιουδεα U+05D0 3 τα λεγει U+05D0* (ταδε λ. U+05D0c.b) | Κυριος] + των δυναμεω Q | κατοικιω] pr ου A 4 λογοις] ο 1° rescr Qᵇ? | υμας λεγοντες] ας λεγ rescr Qᵇ? 5 om και τα επιτηδευματα υμων A επιτηδ. paene rescr Qᵇ? | και 2°] +α΄σ΄θ΄ ?? εαν Qmg | κρισιν] κριμα AQ 6 πορευσησθε A | υμιν] υμων U+05D0* (-μιν U+05D0c.a,c.b) 7 τουτω] υμων U+05D0Q | γη] pr τη Q 8 δε] +και Q* | ωφελθ. U+05D0* ωφεληθ. U+05D0c.a 9 om και κλεπτετε U+05D0* (hab U+05D0c.a) | θυμιατε A | om επορευεσθε A | αλλοτριων] + πορευεσθε A 10 κακω U+05D0* (-κως U+05D0c.a,c.b) | οινε U+05D0* (ειναι U+05D0c.b) | ηλθατε U+05D0A | εστητε] + εν τω οικω A | εμου] μου U+05D0AQ | om εν τω οικω A | om μη | om τα βδελυγματα U+05D0* om τα U+05D0c.c | ταυτα] + τα βδελυγματα U+05D0c.a πανια A* (improb Aᵃ?) 11 λῃστων] + σ΄ ?? εγενετο Qmg)

239
ὁ οἶκός μου οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐκεῖ ἐνώπιον [*](B) ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑόρακα, λέγει Κύριος.