Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα ἐπʼ αὐτούς,

καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς όομφαίαν·

καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐνπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτούς, καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. καὶ ἐξελεύσεται ἐν εἰρήνῃ,

καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐυ Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν ἅπασιν τοῖς Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγόπτου καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνὰς καὶ ἐν γῇ Παθούρης λέγων

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ὑμεῖς ἑωράκατε πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα· καὶ ἰδού [*](U+05D0ΑΟ)[*](6 τας ψυχας] pr πασας A pr ?? συν Qmg | κατελιπεν B?c? U+05D0Q | Αχικαμ AQ | Βορουχ U+05D0* 7 εισηλθον] εισηλθοσαν U+05D0 | εις 1°] εν A | εισηλθαν] εισηλθοσαν U+05D0 εισηλθον A 8 om προς Ιερεμιαν U+05D0* (hab πρ. Ιηρεμιαν U+05D0c.amg) 9 αυτους] + ?? εν τω κρυφιω εν τω πλινθιω Qmg εν 1°] επι U+05D0 | om αραω A 10 ερεις] + ?? προς αυτους Qmg | Κυριος] + των δυναμεω θς Iηλ Qᵐᵍ | Βαβυλωνος] + παντες ?? τον δουλον μου Qmᵍ | τον θρονον αυτου Q | om ων Q* (superscr Qᵃ) | κατεκρυψα U+05D0* | οπλα] + αυτου AQ) 11 παταξει] incep που Q*vid | om εις θανατον 20 U+05D0* (hah U+05D0c.a(?)ᵐᵍ) | om εις αποικισμον 2° U+05D0* (hah U+05D0c.a(?)ᵐᵍ) | om εις ρομφαιαν 1° Q* (hab Qmg) om εις ρομφαιαν 2° U+05D0* (hab U+05D0c.a(?)ᵐᵍ) 12 οικιαις] οικοις Q των θεων] om των U+05D0AQ εμπυριει BᵇQ) φθειριει] φθειριεις U+05D0* (-ει U+05D0?) φθεριει A γην] pr την U+05D0 et (sub ??) Qmg Αιγυπτου] αυτου A ωσπερ] ως Q | φθειριζει] φθεριζει A ποιμην] pr ο A 13 εν Ων] εν Ενων AQ* (εν Ων Qᵐᵍ) LI 1 γενα- μενος A Ιερεμιαν] παρα κυ Q σπασιν τοις Ιουδαιοις τοῖς κατοικουσιν εν γη Αιγυπτου] απασιν τοις κατοικ. Ιουδα τοις εν Αιγυπτω U+05D0 απασι (πασι Q) τοις Ιουδαιοις τοις κατοικ. εν γη Αιγυπτω AQ α΄σ΄ επι παντας τους Ιουδαιους τους οικουντας . . θʼ πασι τοις Ιουδαιοις . . Qmg καθημενοις] κατοικουσιν U+05D0 | Μαγδωλω] + κ εν Μεμφι U+05D0c.a mg om εν 3° U+05D0 om γη 2° A 2 Κυριος] +των δυναμεων Qmg α επηγαγον] αγαγον U+05D0* α ηγαγον U+05D0? | Ιερουσαλημ] )

343
εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων

ἀπὸ προσώπου πονηρίας αὐτῶν ἧς ἐποίησαν [*](B) παραπικρᾶναί με, πορευθέντες θυμιῶν θεοῖς ἑτέροις οἷς οὐκ ἔγνωτε.

καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου, καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πράγμα τῆς μολύνσεως ταύτης ἧς ἐμίσησα.

καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιῖν θεοῖς ἑτέροις.

καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου, καὶ ἐξεκαύθη ἐν πύλαις Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.

καὶ νῦν οὕτως εἶπεν Κύριος Παντοκράτωρ Ινα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,

παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, θυμιῶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ εἰς ἣν ἤλθατε κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς;

μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ἰούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὦν ἐποίησαν ἐν γῇ Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ;