Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια, καὶ εἶπα Πίετε οἶνον.
καὶ εἶπαν Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων Οὐ μὴ πίητε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος,
καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς ἐφʼ ἧς διατρίβετε ὑμεῖς ἐπʼ αὐτῆς.
καὶ ἠκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν,
καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν·
καὶ ᾠκήσαμεν ἐν σκηναῖς, καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν.
καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσὸρ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν εἰσελθεῖν, καὶ εἰσήλθομεν εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Οὕτως λέγει Κύριος [*](U+05D0AQ)[*](3 πασον] σ΄ παντα α΄θ΄ ολον Qᵐᵍ οικιον] σ΄ οικον Qᵐᵍ | Αρχαβειν] Χαραβειν A Ραχαβειν Q 4 παστοφορειον Qa om υιων A om Ιωναν υιου AQ Ιωναν] Ανναν U+05D0 | Αννανιου U+05D0* (Αναν. U+05D0c. ᵃ) om υιου Γοδολιου U+05D0 | ος] ο Q* (ος Qmg) του οικου των] οικουντων A οικου των Q | των επανω] om των U+05D0*AQ Μαασαου] Μασεου U+05D0* Μαασεου U+05D0c.a Μασαιου A Σελωμ] Αιλωμ U+05D0* Σαιλωμ U+05D0c.a την αυλην] την οδον U+05D0c.a (?)Q οι γ΄ τον σταθμον Qmᵍ 5 εδωκα] εστησα AQ ουτων] + των υιων οικου τω (sic) Ραχαβειν Qmg ειπα] + ?? προς αυτους Qmg 6 ου μη πιωμεν] ου μη πιομεν U+05D0 ου πιομεν A om υιος Ρηχαβ U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ) λεγων] ειπας A αιωνος] pr του Q 7 οικιον] οικιας A οικησετε] κατοικησεται AQ* (-τε Qᵃ) τας ημερας] + της ζωης A αν] εαν (αν Qᵃ) ζησητε] ζησεται U+05D0 ζητε AQ γη U+05D0* (γης U+05D0c.a?) ης] ων U+05D0* 8 ηκουσαμεν] εισηκουσαμεν AQ Ιωναδαβ| Ιωναδαν U+05D0 + ?? υιου Ρηχαβ Qmg πιειν] πινεν U+05D0* (πιεν U+05D0?) τας ημερας] + της ζωης AQ om ημεις και αι γυναικες ημων A ημων 4°, 5⁰] υμων U+05D0* 9 om και 1⁰ AQ οικοδομειν] οικειν A* (οικοδομ. Aa?) | κατοικειν] pr μη Qmg αμπελων] αμπελωνας U+05D0 pr και AQ αγρους U+05D0 10 ωκησαμεν] οικησαμεν A om και εποιησαμεν A α] οσα AQ 11 ειπαμεν (-πομεν Qᵃ)] ειπαν U+05D0* (ειπαμεν U+05D0c.(?)) εισελθειν και εισηλθομεν] εισελθετε και εισελθωμεν U+05D0 αναβαντες εισελευσομεθα AQ om απο προσωπου της δυναμεως των Χαλδαιων και U+05D0* (hab U+05D0c.a(?)ᵐᵍ) A ωκουμεν] οικουμεν U+05D0 ωκησομεν A οικησωμεν Q* ωκησαμε| Qmg )
ἔστησαν ῥῆμα υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχάβ, ὁ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε.
καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε.
καὶ ἔστησαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέν μου.
διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ἰούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πάντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς.