Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;

διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ἦδεισαν· υἱοὶ ἐἄφρονές εἰσιν καὶ οὐ συνετοί, σοφοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δῷ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.

Ἐ ἔβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἣν τὰ φῶτα αὐτοῦ.

τἶδον τὰ ὄρη καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους.

ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἣν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο.