Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιῷ καὶ ἐν βραχίονι ὑψηλῷ

καὶ ἐν ὁράμασιν μεγάλοις, καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

καὶ εἰσήλθοσαν καὶ ἔλαβον αὐτήν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου, καὶ ἐν [*](U+05D0AQ)[*](12 om και 2° U+05D0* (hab U+05D0c.a(?)) ανδρων των παρεστηκοτων] ανδρ. των εστη- κοτων U+05D0 των εστ. A εστ. μαρτυρων Q γραφοντων] γραψ αντων Q των Ιουδαιων] + παντων A pr παντων Q | εν] pr καθημενων AQ 14 Παντοκρατωρ] + παντες ?? ο θς σαβαωθ Qsuperscr το βιβλιον] pr θ΄ συν Qmg | ανεγνω- σμενον] + παντες ?? τουτο Qᵐᵍ θησεις] καθησεις U+05D0* καταθησεις U+05D0c.a(?)) | om αυτο U+05D0AQ αγγιον AQ* (αγγειον Qᵃ) διαμεινη (-μιν. U+05D0*) AQ 15 Κυ- ριος] θ΄ ?? παντοκρατωρ θς Ιηλ | κτισθήσονται] κτηθησονται BᵃU+05D0c.a AQ κτη- σο|| τε U+05D0* οικιαι και αγροι Q 16 προσηυξαμην AQ om με προς Βαρουχ υιον] Βαρ.υιω Q 17 Κυριε] + κε AQ συ] pr ?? ιδου Qmg τη ισχυι] pr εν A om και τω μετεωρω U+05D0 om τω Q συθεν] ουδε| Q 18 κολπου U+05D0 ο ισχυρος] και ισχ. U+05D0Α και ο ισχ. Q 19 Κυριος 1⁰] + θ΄ ?? των δυναμεων ονομα αυτω Qᵐᵍ δυνατος] pr ο A ο θεος ο μεγας] κς U+05D0 | ο παντοκρατωρ] om ο ?? | και μεγαλωνυμος] ο μεγ. U+05D0Q | Κυριος 2⁰] om U+05D0* κε U+05D0c.a (mg) σου] + α΄θ΄ ?? ανεωγμενους Qᵐᵍ τας οδους] om τας Q om των υιων U+05D0A δουναι] απο- δουναι A την οδον] τας οδους U+05D0 | αυτου] ουτων U+05D0 + θ΄ ?? κ κατα τους καρπους τω| επιτηδευματων αυτου Qᵐᵍ 20 ος] οσα A Αιγυπτου U+05D0 (Εγ. U+05D0*) γηγενεσιν (-σι Qᵃ)] οι λοιποι ανοις Qᵐᵍ 21 εν τερασιν (-σι Qᵃ)] om εν A εν 3⁰] pr και AQ 22 οραμασιν (-σι Qa)] ορασιν U+05D0* (-μασιν U+05D0c.a (?)) 23 εισηλθον Q ελαβοσαν U+05D0A)

317
τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα ἃ ἐνετείλω οὐτοῖς [*](B) οὐκ ἐποίησαν, συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.

ἰδοὺ ὄχλος ἤκει εἰς τὴν πόλιν συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.

καὶ σὺ λέγεις πρὸς μέ Κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην, καὶ ἐπεμαρτυράμην μάρτυρας, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Ἐγὼ Κύριος ὁ θεὸς πάσης σαρκός, μὴ ἀπʼ ἐμοῦ κρυβήσεταί τι;

διὰ τοῦτο οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,

καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην, καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί, καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.

ὅτι ἦσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατʼ ὀφθαλμούς μου ἐκ νεοτητος αὐτῶν·

ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφʼ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης, ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,

διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα ὧν ἐποίησαν πικρᾶναί με, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες [*](23 προσταγμασι Qa απαντα] παντα Q* (απ. Qᵃ) ενετειλου U+05D0* (-λω U+05D0AQ Bᵃᵇ) αυτοις 1⁰] + παντες ?? ποιειν Qmg συμβηναι] pr και εποιησαν Bᵃᵇ U+05D0c.a(?) AQ πανια] απαντα AQ 24 ιδου] pr και A εις 1⁰] επι Q | πολιν] + ταυτην AQ χειρας] pr τας U+05D0 | λιμου] + παντες ?? κ τον θανατον Qmg | εγε- νετο] + παντες ?? ιδου συ ορας Qmᵍ 25 με] + κε Qmg τον αγρον] om τον U+05D0AQ βιβλιον] pr εις A Καλδεων U+05D0 27 μη] κ Qᵐᵍ om απ εμου Q* (hab Qmᵍ) | κρυβησεται] κρυβεται U+05D0* αποκρυβησεται Q | τι] ετι AQ* (τι Qa) σ΄ ?? πας λογος Qᵐᵍ 28 om ο θεος Ισραηλ U+05D0 | αυτη] + θ΄ ?? εις χειρας Χαλδαιων κ Qmg χειρας] + θ΄ ?? Ναβουχοδονοσορ Qmg βασιλεως] βασιλεων U+05D0* λημψεται (ληψ. Qᵃ)] λημψουσιν U+05D0* (λημψεται U+05D0c.ᵃ) 20 Χαλδεοι U+05D0 | την πολιν ταυτην (1⁰)] την γην ταυτην A αυτη| Q την π. ταυτην (2⁰)] αυτην Q κατακαυσουσιν] καυσωσιν A την οικιαν U+05D0* (τας οικιας U+05D0c.a(?)) εθυμιωσαν (-ασαν Q)] + εν αυταις A τη Βααλ] pr οτι U+05D0* (om Bᵃᵇ) 30 οι υιοι (bis)] om οι U+05D0 | εκ νεοτητος αυτων κατ οφθαλμους μου (μους μου sup ras Aᵃ?) A ουτων] + α΄σ΄ πλην υιοι Ιηλ παρωργισᾶ| με εν τοις εργοις των χειρων ουτων φησι κς Qᵐᵍ 31 οτι ε sup ras Aᵃ? την οργην] om την Q θυμον] incep ι U+05D0* ην] + ?? μοι Qmg αφ| αφο U+05D0* (αφ U+05D0?) αυτην 2⁰] αυτους A 32 πονηρηιας U+05D0* των υιων] om των U+05D0A om των υιων Q* (hab sub ?? υιων Qmg) Ιουδα] pr ?? υιων Qmg ων] οτι Q πικραναι] παρα- πικραναι U+05D0 (-νε U+05D0*) A αυτοι] + και οι πρες ουτων A αρχοντες] μεγιστανες Q)

318
[*](B) ἐν Ἰερουσαλήμ,

καὶ ἀπέστρεψαν πρὸς μέ νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν.

καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐν ἀκαθαρσίαις αὐτῶν.

καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἑννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μόλόχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰουδά.

Καὶ νῦν οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις Παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ.

Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ἀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον, καὶ καθιῶ αὐτοὺς πεποιθότας,

καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.

καὶ δώσω αὐτοῖς ὀδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν, φοβηθῆναί με πάσας τὰς ἡμέρας, καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετʼ αὐτοὺς.

καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπʼ ἐμοῦ.