Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἰβοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος. καὶ οἰκοδομηθήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ ἕως πύλης τῆς γωνίας,
καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρήβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων,
καὶ πάντες ἁσαρημὼθ ἕως νάχαλ Κεδρών, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὕτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος.
Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἰερουσαλήμ, καὶ Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,
ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων Διὰ τί [*](B) σὺ προφητεύεις λέγων Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶυ βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν,
καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,
καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.
Καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἰερεμίαν λέγων
Ἰδοὺ Ἁναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σέ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν.
καὶ ἦλθεν πρὸς μέ Ἁναμεὴλ υἱὸς Σαμὼλ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμεὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτὸν καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστίν,
καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου,
καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.
καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον
καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου [*](3 Σεδεκιας] + ?? Ιουδα Qᵐᵍ προφητευει B*Q om εγω A χερσιν] U+05D0AQ ειρι Q 4 Σεδεκιας] + ?? βασιλευς Ιουδα Qᵐᵍ των Χαλδαιων] βασιλεως Χαλδ. A παραδοθησονται A τους οφθαλμους] προς οφθ. U+05D0 5 εισελευσεται Σ. εις Βαβυλωνα] εισει. εις Βαβ. Σ. A εις Βαβ. εισελ. Σ. καθιειται (-θιεται B)] αποθανειται A θ΄ ?? εως ου επισκεψομαι αυτον φησι κς οτι πολεμει τους Χαλδαιους οις ου μη κατευθυνητε Qᵐᵍ 6 και... Ιερεμιαν] παντες ειπεν Ιερεμιας Qmᵍ λογος Κυριου εγενηθη] εγενετο λογος κυ AQ προς] + με Qᵐᵍ 7 Αναμεηλ] adnot χαρις θυ Qmg | Σαλωμ] Σαλμων * adnot ειρηνη Qᵐᵍ λεγων] + σοι A κτησαι] κτησον Bᵃ ᵛⁱd Ανα| ναθωθ A* σοι] συ Q* (σοι Qᵃ) κρισις] κριμα U+05D0AQ + παντες ?? της αγχιστειας Qmᵍ 8 προς] incep θ U+05D0* Σαμωλ] Σαλωμ BᵇU+05D0c.a⁽?⁾AQ Σαλμων U+05D0* πατρος μου] + ?? κατα τον λογον κυ Qmg φυλα| λακης Q | ειπε (-πεν U+05D0AQ)] + μοι U+05D0AQ κτησαι] + σεαυτω U+05D0AQ + α΄ ?? δη Qᵐᵍ τον εν γη ...Αναθωθ] τον εν Αναθωθ εν γη Βενιαμειν Q Βενιαμιν U+05D0Qᵃ σοι κριμα] συγκρισις Q*ᵛⁱᵈ σοι κρισις Qᵃ κτησασθαι αυτον] om αυτον U+05D0Q παραλαβειν εις κτησιν A [κτ.] ?? την κληρονομιαν Qᵐᵍ 9 Αναμεηλ] pr παντες ?? παρα Qmg μου] + παντες ?? τον εν Αναθωθ Qmg αυτω] + ?? το αργυριο| Qᵐᵍ επτα και δεκα σικλους ?? 10 εσφραγισαμην] διεσφραγ. ??A 11 εσφραγισμενον] + και το ανεγνωσμενον U+05D0Α pr ανεγνωσμενον και Q + παντες ?? την εντολη| και τα δικαιωματα κ το αποκεκαλυμμενον Qᵐᵍ 12 υιω 2⁰] υιου AQ Μαασαιου] Μνασαιου Bᵇ Μασεου U+05D0 Μασσαιου A)
καὶ συνέταξα τῷ Βαροὺχ κατʼ ὀφθαλμοὺς αὐτῶν λέγων
Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμένῃ ἡμέρας πλείους.
ὅτι οὕτως εἶπεν Κύριος Ἔτι κτισθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῆ ταύτῃ.
καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων
Ὁ ὢν Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῆ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,