Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Στῆσον σεαυτήν, Σειών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἦ ἐπορεύθης ἀποστράφητι, παρθένος Ἰσραήλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα.
ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
ὅτι οὕτως εἶπεν Κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον [*](B) ἐν γῇ Ἰούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ·
καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἄμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.
ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.
διὰ τοῦτο ἐξηγέρθην καὶ ἴδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.
καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶν Κύριος.
ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ πατέοες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν·
ἀλλʼ ἡ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.
Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν,
οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶν Κύριος.
ὅτι αὕτη ἡ διαθήκη μου ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ Μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶν Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
καὶ οὐ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν [*](23 om οτι U+05D0AQ Κυριος] + ?? των δυναμεω| θς Ιηλ Qᵐᵍ Ιουδεα U+05D0* | U+05D0AQ αιχμαλωσιαν] αποικιαν Q 24 ενοικουντες] pr οι U+05D0c.a AQ ταις πολεσιν Ιουδα] πολ. Ιουδα A τη Ιουδαια U+05D0Q παση τη γη] παση πολει U+05D0 (-λι) Q πασαις ταις πολεσιν A ποιμνιω] incep ποιμνια U+05D0* 26 ιδον] ειδον U+05D0Q μου] μοι B εγενηθη] εγενετο A 27 om δια τουτο U+05D0c.a Q| φησιν] λεγει Q* (φ.Qmᵍ) σπερω] σπιρω U+05D0 | Ισραηλ] pr α΄σ΄ ?? οικον Qmg Ιουδαν] BᵃᵇAQ pr οικον Qᵐᵍ 28 επ] inccp α U+05D0* καθαιρειν] pr ?? εκτειλλειν κ κατασπαν κ Qmg ?? κ απολλυει] Qmg γρηγορησω] εγρηγορησω (improb ε U+05D0?) 29 ομφα- κακα U+05D0* ημωδιασαν] εμμωνδιασαν U+05D0* (ωμωδ. U+05D0c.a) εμωδιασαν ἐλ αιμωδ. Q 30 om εν Q εαυτου αμαρτια] αμ. αυτου A αποθανειται] + α΄θ΄ ?? πας ο ανος Qmg εμωδιασουσιν U+05D0* ωμωδ. U+05D0c.a αιμδ. Q* (superscr ω Qᵃ) 31 φησιν] λεγει U+05D0 (-γι U+05D0*) AQ 32 διαθην U+05D0* (-θηκην U+05D0c.a(?)) διεθεμην] εποιησα Q* (διεθ. Qmg) ουτων 1⁰] υμων U+05D0 | και εγω] καγω A 33 om μου 1⁰ U+05D0AQ | om δωσω AQ νομον U+05D0* (νομους U+05D0c.a?) διανοιαν] καρδιαν U+05D0* (διανοιαν U+05D0c.a(?)) επι καρδιας (-αν U+05D0) ουτων γραψ ω αυτους] επιγραψω αυτους επι τας καρδιας ουτων A επι καρδιας (θ΄ ?? του στηθους Qmg) ουτων επιγραψ ω αυτους Q | και 2⁰] pr και οψομαι (-με U+05D0*) αυτους U+05D0*A μοι] μου U+05D0* 34 ου διδαξουσιν] ου μη διδαξωσιν U+05D0AQ πολιτην] αδελφον A πλησιον Q αδελφον] πλησιον A)
ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶν Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραήλ, φησὶν Κύριος, περὶ πάντων ὧν ἐποίησαν.
οὕτως εἶπεν Κύριος, ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ
Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶν Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσαωπόν μου πάσας τὰς ἡμέρας.
ἰβοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος. καὶ οἰκοδομηθήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ ἕως πύλης τῆς γωνίας,
καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρήβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων,
καὶ πάντες ἁσαρημὼθ ἕως νάχαλ Κεδρών, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.