Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὕστερον ἐξελθόντος Ἰεχονίου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ἰερουσαλήμ,

ἐν χειρὶ Ἐλεασὰν υἱοῦ Σαφὰν καὶ Γομαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλεν Σεδεκίας βασιλεὺς Ἰούδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπῴκισα ἀπὸ Ἰερουσαλήμ

Οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε, καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτῶν,